Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 14

359 Ἔμεινε δʼ αὐτῷ παρὰ τὴν φυγὴν οὐδὲ τὰ παρὰ τῶν Ἰουδαίων ἀσφαλῆ, συνεπέθεντο δὲ καὶ οὗτοι γενομένοις ἀπὸ σταδίων ἑξήκοντα τῆς πόλεως προσβάλλοντές τε καὶ εἰς χεῖρας ἐρχόμενοι κατὰ τὴν ὁδόν.
360 οὓς δὴ καὶ τρεψάμενος καὶ κρατήσας οὐχ ὡς ἐν ἀπορίᾳ καὶ ἀνάγκῃ τις τοιαύτῃ καθεστώς, ἀλλʼ ὡς κάλλιστα καὶ μετὰ πολλοῦ τοῦ περιόντος πρὸς πόλεμον παρεσκευασμένος, ἐν ἐκείνῳ τῷ χωρίῳ, ἐν ᾧ τῶν Ἰουδαίων ἐκράτησε, μετὰ χρόνον βασιλεύσας ἔκτισε καὶ βασίλειον κατεσκεύασεν ἀξιολογώτατον καὶ πόλιν περὶ αὐτὸ Ἡρωδίαν προσαγορεύσας.
361 γενομένῳ δὲ τῆς Ἰδουμαίας ἐν Θρήσᾳ χωρίῳ οὕτω καλουμένῳ ὁ ἀδελφὸς Ἰώσηπος ὑπήντησεν καὶ βουλὴν περὶ τῶν ὅλων ἦγε, τί χρὴ ποιεῖν, πολλοῦ μὲν πλήθους ἐπαγομένου καὶ δίχα τῶν μισθοφορούντων αὐτοῖς, τοῦ δὲ χωρίου τῆς Μεσάδας, εἰς ὃ προύκειτο συμφυγεῖν ἐλάττονος ὄντος ὑποδέξασθαι τοσοῦτον ὄχλον.
362 τοὺς μὲν οὖν πλείους ἀπέλυσεν ὑπὲρ ἐννέα χιλιάδας ὄντας ἄλλον ἀλλαχῆ κελεύσας διὰ τῆς Ἰδουμαίας σώζειν αὑτούς, δοὺς ἐφόδια· ὅσοι δʼ ἦσαν κοῦφοι καὶ τοὺς ἀναγκαιοτάτους ἀναλαβὼν εἰς τὸ ἔρυμα παραγίνεται καὶ καταθέμενος αὐτόθι τάς τε γυναῖκας καὶ τοὺς ἑπομένους, ἦσαν δὲ ὡς ὀκτακόσιοι, σίτου τε ὄντος ἐν τῷ χωρίῳ καὶ ὕδατος καὶ τῶν ἄλλων ἐπιτηδείων ἁπάντων διαρκούντως αὐτοῖς ἐξώρμησεν αὐτὸς ἐπὶ Πέτρας τῆς Ἀραβίας.
363 ἅμα δʼ ἡμέρᾳ τὰ μὲν ἄλλα πάντα τῶν Ἱεροσολύμων διήρπαζον οἱ Πάρθοι καὶ τὸ βασίλειον, μόνων δὲ ἀπείχοντο τῶν Ὑρκανοῦ χρημάτων· τὰ δʼ ἦν ὡς τριακόσια τάλαντα.
364 πολλὰ δὲ τῶν Ἡρώδου διέφυγεν καὶ μάλισθʼ ὅσα προκομισθῆναι κατὰ προμήθειαν τἀνδρὸς εἰς τὴν Ἰδουμαίαν ἐφθάκει. τὰ μὲν οὖν κατὰ τὴν πόλιν οὐκ ἀπέχρησε τοῖς Πάρθοις, ἀλλὰ καὶ τὴν χώραν αὐτῶν ἐξιόντες ἐκάκουν καὶ Μάρισάν τε πόλιν δυνατὴν ἀνέστησαν.
365 Καὶ Ἀντίγονος μὲν οὕτως καταχθεὶς εἰς τὴν Ἰουδαίαν ὑπὸ τοῦ Πάρθων βασιλέως Ὑρκανὸν καὶ Φασάηλον δεσμώτας παραλαμβάνει. σφόδρα δʼ ἦν ἄθυμος τῶν γυναικῶν αὐτὸν διαφυγουσῶν, ἃς τοῖς πολεμίοις ἐνεθυμεῖτο δώσειν, τοῦτον αὐτοῖς τὸν μισθὸν μετὰ τῶν χρημάτων ὑποσχόμενος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme