Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 14

373 ἀπεκρίνατο αὐτοῖς οὐδὲν ἐνοχλήσων ἀφικνεῖσθαι πρὸς αὐτούς, μόνον δὲ διαλεξόμενος περὶ τῶν ἀναγκαιοτάτων αὐτῷ πραγμάτων.
374 Ἔπειτα δόξαν ἀναχωρεῖν ἀπῄει μάλα σωφρόνως τὴν ἐπʼ Αἰγύπτου. καὶ τότε μὲν ἔν τινι ἱερῷ κατάγεται, καταλελοίπει γὰρ αὐτόθι πολλοὺς τῶν ἑπομένων, τῇ δʼ ὑστεραίᾳ παραγενόμενος εἰς Ῥινοκούρουρα ἐκεῖ καὶ τὰ περὶ τὸν ἀδελφὸν ἤκουσεν.
375 Μαλίχῳ δὲ μεταγνόντι καὶ μεταθέοντι τὸν Ἡρώδην οὐδὲν τούτου περισσότερον ἐγένετο· πορρωτάτω γὰρ ἦν ἤδη σπεύδων τὴν ἐπὶ Πηλουσίου. ἐπεὶ δʼ αὐτὸν ἐλθόντα νῆες ὁρμοῦσαι αὐτόθι εἶργον τοῦ ἐπʼ Ἀλεξανδρείας πλοῦ, τοῖς ἡγεμόσιν ἐντυγχάνει, ὑφʼ ὧν κατʼ αἰδῶ καὶ πολλὴν ἐντροπὴν προπεμφθεὶς εἰς τὴν πόλιν, ὑπὸ Κλεοπάτρας κατείχετο.
376 πεῖσαι μέντοι μένειν αὐτὸν οὐκ ἠδυνήθη εἰς Ῥώμην ἐπειγόμενον χειμῶνός τε ὄντος καὶ τῶν κατὰ τὴν Ἰταλίαν ἐν ταραχῇ καὶ σάλῳ πολλῷ δηλουμένων.
377 Ἀναχθεὶς οὖν ἐκεῖθεν ἐπὶ Παμφυλίας καὶ χειμῶνι σφοδρῷ περιπεσὼν μόλις εἰς Ῥόδον διασώζεται φορτίων ἀποβολῆς γενομένης. καὶ δύο μὲν ἐνταυθοῖ τῶν φίλων αὐτῷ συνήντησαν, Σαππῖνός τε καὶ Πτολεμαῖος.
378 εὑρὼν δὲ τὴν πόλιν ὑπὸ τοῦ πρὸς Κάσσιον πολέμου κεκακωμένην οὐδʼ ἐν ἀπόροις ὢν εὖ ποιεῖν αὐτὴν ὤκνησεν, ἀλλὰ καὶ παρὰ δύναμιν αὐτὴν ἀνεκτᾶτο. τριήρη τε κατασκευάσας, καὶ ἀναχθεὶς ἐκεῖθεν σὺν τοῖς φίλοις ἐπʼ Ἰταλίας εἰς Βρεντέσιον κατάγεται.
379 κἀκεῖθεν εἰς Ῥώμην ἀφικόμενος πρῶτον μὲν Ἀντωνίῳ φράζει τὰ συμβάντα αὐτῷ κατὰ τὴν Ἰουδαίαν, καὶ πῶς ὁ ἀδελφὸς αὐτοῦ Φασάηλος ὑπὸ Πάρθων ἀπόλοιτο συλληφθεὶς καὶ Ὑρκανὸς ὑπʼ αὐτῶν αἰχμάλωτος ἔχοιτο, καὶ ὡς Ἀντίγονον καταστήσειαν βασιλέα χρήματα δώσειν ὑποσχόμενον χίλια τάλαντα καὶ γυναῖκας πεντακοσίας, αἳ τῶν πρώτων κἀκ τοῦ γένους τοῦ αὐτῶν ἔμελλον ἔσεσθαι, καὶ ὅτι ταύτας νυκτὸς ἐκκομίσειεν καὶ διαφύγοι τὰς τῶν ἐχθρῶν χεῖρας πολλὰς ὑπομείνας ταλαιπωρίας.
380 εἶτʼ ἐπιδιακινδυνεύειν † αὐτῷ τοὺς οἰκείους πολιορκουμένους πλεύσειέ τε διὰ χειμῶνος καὶ παντὸς καταφρονήσειε δεινοῦ σπεύδων ἐπὶ τὰς ἐλπίδας τὰς παρʼ αὐτοῦ καὶ τὴν μόνην βοήθειαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme