Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 14

463 γυμνοῦ γὰρ ὄντος αὐτοῦ καὶ μετὰ παιδὸς ἑνὸς ἀκολούθου λουομένου ἐν τῷ ἐντὸς οἰκήματι τῶν πολεμίων τινὲς ὡπλισμένοι συμπεφευγότες αὐτόθι διὰ φόβον μεταξὺ λουομένου ὁ πρῶτος ὑπεξέρχεται ξίφος ἔχων γυμνὸν καὶ διὰ θυρῶν χωρεῖ, καὶ μετὰ τοῦτον δεύτερος καὶ τρίτος ὁμοίως ὡπλισμένοι, οὐδὲν βλάψαντες τὸν βασιλέα ὑπʼ ἐκπλήξεως, ἀγαπῶντες δὲ τὸ μηδὲν αὐτοὶ παθόντες εἰς τὸ πρόσθεν διεκπεσεῖν.
464 τῇ δʼ ὑστεραίᾳ τὴν μὲν Πάππου κεφαλήν, ἀνῄρητο γάρ, ἀποκόψας Φερώρᾳ ἔπεμψεν ποινὴν ἀνθʼ ὧν ὁ ἀδελφὸς αὐτοῦ πάθοι· οὗτος γὰρ ἦν αὐτόχειρ ἐκείνου γεγενημένος.
465 Λήξαντος δὲ τοῦ χειμῶνος ἄρας ἐκεῖθεν ἐγγὺς τῶν Ἱεροσολύμων ἔρχεται καὶ πλησίον στρατοπεδεύεται τῆς πόλεως· τρίτον δὲ ἔτος τοῦτο ἦν αὐτῷ ἐξ οὗ βασιλεὺς ἐν Ῥώμῃ ἀποδέδεικτο.
466 ἀναστρατοπεδευσάμενος δὲ καὶ πλησίον ἐλθὼν τοῦ τείχους κατὰ τὸ ἐπιμαχώτατον πρὸ τοῦ ἱεροῦ στρατοπεδεύεται προσβαλεῖν διεγνωκώς, ὡς καὶ πρότερόν ποτε Πομπήιος. τρισὶν δὲ διαλαβὼν χώμασιν τὸν τόπον πύργους ἀνίστα πολλῇ τε χειρὶ πρὸς τὸ ἔργον χρώμενος καὶ τέμνων τὴν πέριξ ὕλην.
467 παρακαταστήσας δὲ τοῖς ἔργοις τοὺς ἐπιτηδείους, ἱδρυμένης ἔτι τῆς στρατιᾶς αὐτὸς εἰς Σαμάρειαν ἐπὶ τὸν γάμον ᾤχετο ἀξόμενος τὴν Ἀλεξάνδρου τοῦ Ἀριστοβούλου θυγατέρα· ταύτην γὰρ ἦν ἐγγεγυημένος, ὥς μοι καὶ πρότερον εἴρηται.
468 Μετὰ δὲ τοὺς γάμους ἦλθεν μὲν διὰ Φοινίκης Σόσσιος προεκπέμψας τὴν δύναμιν διὰ τῆς μεσογαίας, ἦλθεν δὲ καὶ ὁ στρατὸς πλῆθος ἱππέων τε καὶ πεζῶν, παρεγένετο δὲ καὶ ὁ βασιλεὺς ἐκ τῆς Σαμαρείτιδος οὐκ ὀλίγον πρὸς τῷ πάλαι στρατὸν ἄγων·
469 περὶ τρισμυρίους γὰρ ἦσαν. πάντες δʼ ἐπὶ τὸ Ἱεροσολυμιτῶν ἠθροίζοντο τεῖχος, καὶ διεκάθητο πρὸς τῷ βορείῳ τείχει τῆς πόλεως στρατιᾶς ἕνδεκα μὲν οὖσα τέλη ὁπλιτικοῦ, ἓξ δὲ χιλιάδες ἱππέων, ἄλλα δὲ ἐπικουρικὰ ἀπὸ τῆς Συρίας, δύο δʼ ἡγεμόνες, Σόσσιος μὲν ὑπʼ Ἀντωνίου σταλεὶς σύμμαχος, Ἡρώδης δʼ ὑπὲρ αὐτοῦ, ὡς Ἀντίγονον ἀφελόμενος τὴν ἀρχὴν ἀποδειχθέντα ἐν Ῥώμῃ πολέμιον αὐτὸς ἀντʼ ἐκείνου βασιλεὺς εἴη κατὰ τὸ τῆς συγκλήτου δόγμα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme