Book 15
75
ἐπειδὴ γὰρ ἐγένετο παρʼ Ἀντωνίῳ, ταχὺ μὲν αὐτὸν ἀνεκτήσατο τοῖς δώροις ἃ φέρων ἧκεν ἐκ τῶν Ἱεροσολύμων, ταχὺ δὲ ταῖς ὁμιλίαις παρεστήσατο χαλεπῶς ἔχειν εἰς αὐτόν, οἵ τε τῆς Κλεοπάτρας λόγοι πρὸς τὴν ἐξ ἐκείνου θεραπείαν ἧττον ἠδυνήθησαν·
76
οὐ γὰρ ἔφη καλῶς ἔχειν Ἀντώνιος βασιλέα περὶ τῶν κατὰ τὴν ἀρχὴν γεγενημένων εὐθύνας ἀπαιτεῖν· οὕτως γὰρ ἂν οὐδὲ βασιλεὺς εἴη· δόντας δὲ τὴν τιμὴν καὶ τῆς ἐξουσίας καταξιώσαντας ἐᾶν αὐτῇ χρῆσθαι. τὸ δʼ αὐτὸ καὶ τῇ Κλεοπάτρᾳ μὴ πολυπραγμονεῖσθαι τὰ περὶ τὰς ἀρχὰς συμφέρειν.
77
ὑπὲρ τούτων Ἡρώδης ἔγραφεν καὶ τὰς ἄλλας διεξῄει τιμάς, ἃς ἔχοι παρʼ Ἀντωνίῳ συνθακῶν ἐν ταῖς διαγνώσεσιν καὶ συνεστιώμενος ἐφʼ ἑκάστης ἡμέρας, καὶ τούτων ὅπως τυγχάνοι χαλεπῆς εἰς τὰς διαβολὰς αὐτῷ τῆς Κλεοπάτρας οὔσης· πόθῳ γὰρ τῆς χώρας ἐξαιτουμένη τὴν βασιλείαν αὐτῇ προσγενέσθαι πάντα τρόπον ἐκποδὼν αὐτὸν ἐσπουδάκει ποιεῖσθαι.
78
δικαίου μέντοι τυγχάνων Ἀντωνίου μηδὲν ἔτι δυσχερὲς προσδοκᾶν, ἀλλὰ καὶ θᾶττον ἥξειν βεβαιοτέραν τὴν εὔνοιαν τὴν παρʼ αὐτοῦ προσειληφὼς τῇ βασιλείᾳ καὶ τοῖς πράγμασιν.
79
καὶ τῇ Κλεοπάτρᾳ μηκέτι προσεῖναι τὴν ἐλπίδα τῆς πλεονεξίας Ἀντωνίου δόντος ἀνθʼ ὧν ἠξίου τὴν κοίλην Συρίαν καὶ διὰ τούτου παρηγορήσαντος ὁμοῦ καὶ ἀποσκευασαμένου τὰς ἐντεύξεις, ἃς ὑπὲρ τῆς Ἰουδαίας ἐποιεῖτο.
80
Τούτων τῶν γραμμάτων ἀπενεχθέντων ἐπαύσαντο μὲν ἐκείνης τῆς ὁρμῆς, ἣν ὡς ἀπολωλότος εἶχον καταφυγεῖν ἐπὶ τοὺς Ῥωμαίους, οὐ μὴν ἔλαθεν αὐτῶν ἡ προαίρεσις, ἀλλʼ ἐπεὶ παραπέμψας ὁ βασιλεὺς Ἀντώνιον ἐπὶ Πάρθους εἰς τὴν Ἰουδαίαν ὑπέστρεψεν, εὐθὺς μὲν ἥ τε ἀδελφὴ Σαλώμη καὶ ἡ μήτηρ αὐτῷ τὴν διάνοιαν ἣν ἔσχον οἱ περὶ τὴν Ἀλεξάνδραν ἀπεσήμηναν,
81
ἡ δὲ Σαλώμη καὶ κατὰ τἀνδρὸς Ἰωσήπου λόγον εἶπεν τὸ ἐν διαβολῇ ποιοῦσα καὶ τῇ Μαριάμμῃ συγγενόμενον διατελεῖν. ἔλεγεν δὲ ταῦτα χαλεπῶς ἔχουσα πρὸς αὐτὴν ἐκ πλείονος, ὅτι κατὰ τὰς διαφορὰς φρονήματι χρωμένη μείζονι τὴν ἐκείνων ἐξωνείδιζεν δυσγένειαν.