Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 15

133 καίτοι γε ἄξιον ἦν μηδενὶ τῶν ὄντων Ἰουδαίους φόρον ἢ τῆς χώρας ἀπόμοιραν τελεῖν, εἰ δʼ οὖν, ἀλλʼ οὐχ ὑπέρ γε τούτων οὓς αὐτοὶ σεσώκαμεν, οὐδὲ τοὺς Ἄραβας ὁμολογήσαντας ἐντεύξεως καὶ χάριτος ὅτι τὴν ἀρχὴν ἐδόκουν τυγχάνειν ἀδικεῖν ἡμᾶς ἀποστεροῦντας, καὶ ταῦτα οὐ πολεμίους ὄντας, ἀλλὰ φίλους.
134 ὡς ἥ γε πίστις ἔχουσα καὶ πρὸς τοὺς πολεμιωτάτους τόπον τοῖς γε φίλοις ἀναγκαιοτάτη τετηρῆσθαι, ἀλλʼ οὐ παρὰ τούτοις, οἳ τὸ μὲν κερδαίνειν ἐκ παντὸς τρόπου κάλλιστον ὑπειλήφασιν, τὸ δʼ ἄδικον οὐκ ἐπιζήμιον, εἰ μόνον κερδαίνειν δυνηθεῖεν.
135 ἔστιν οὖν ἔτι ζήτησις ὑμῖν, εἰ δεῖ τοὺς ἀδίκους τιμωρεῖσθαι, τοῦτο καὶ τοῦ θεοῦ βουλομένου καὶ παραγγέλλοντος ἀεὶ μισεῖν τὴν ὕβριν καὶ τὴν ἀδικίαν, καὶ ταῦτα οὐ μόνον δίκαιον, ἀλλὰ καὶ ἀναγκαῖον πόλεμον ἐξιόντων;
136 ἃ γὰρ ὁμολογεῖται παρανομώτατα τοῖς τε Ἕλλησιν καὶ τοῖς βαρβάροις, ταῦτα ἔπραξαν εἰς τοὺς ἡμετέρους πρέσβεις ἀποσφάξαντες αὐτούς, τῶν μὲν Ἑλλήνων ἱεροὺς καὶ ἀσύλους εἶναι φαμένων τοὺς κήρυκας, ἡμῶν δὲ τὰ κάλλιστα τῶν δογμάτων καὶ τὰ ὁσιώτατα τῶν ἐν τοῖς νόμοις διʼ ἀγγέλων παρὰ τοῦ θεοῦ μαθόντων· τοῦτο γὰρ τὸ ὄνομα καὶ ἀνθρώποις θεὸν εἰς ἐμφάνειαν ἄγει καὶ πολεμίους πολεμίοις διαλλάττειν δύναται.
137 ποῖον οὖν μεῖζον ἂν γένοιτο ἀσέβημα ἢ πρέσβεις ἀποκτεῖναι τοὺς ὑπὲρ τοῦ δικαίου διαλεγομένους; πῶς δʼ ἂν ἔτι δύναιντο ἢ περὶ τὸν βίον εὐσταθεῖν ἢ περὶ τὸν πόλεμον εὐτυχεῖν τοιούτων αὐτοῖς πεπραγμένων; ἐμοὶ μὲν οὐδαμῶς δοκοῦσιν.
138 ἴσως τοίνυν τὸ μὲν ὅσιον καὶ δίκαιόν ἐστιν μεθʼ ἡμῶν, ἀνδρειότεροι δὲ ἢ πλείους ἐκεῖνοι τετυχήκασιν. ἀλλὰ πρῶτον μὲν ἀνάξιον ὑμῖν ταῦτα λέγειν· μεθʼ ὧν γὰρ τὸ δίκαιόν ἐστιν μετʼ ἐκείνων ὁ θεός, θεοῦ δὲ παρόντος καὶ πλῆθος καὶ ἀνδρεία πάρεστιν.
139 ἵνα δὲ καὶ τὰ καθʼ αὑτοὺς ἐξετάσωμεν, ἐνικήσαμεν τῇ πρώτῃ μάχῃ· συμβαλόντες τὴν δευτέραν οὐδὲ ἀντέσχον ἡμῖν, ἀλλʼ ἔφυγον εὐθὺς οὐχ ὑπομείναντες τὴν ἔφοδον καὶ τὰ φρονήματα· νικῶσιν ἡμῖν Ἀθηνίων ἐπέθετο πόλεμον ἀκήρυκτον ἐπάγων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme