Book 15
147
Ταῦτα ἀκούσαντες οἱ Ἰουδαῖοι πολὺ τὰς ψυχὰς ἀμείνους ἐγίνοντο πρὸς τὴν μάχην. Ἡρώδης δὲ θυσίας κατὰ τὰ νομιζόμενα ποιήσας καὶ μετὰ σπουδῆς ἀναλαβὼν αὐτοὺς ἦγεν ἐπὶ τοὺς Ἄραβας διαβὰς τὸν Ἰορδάνην ποταμὸν καὶ τῶν πολεμίων στρατοπεδεύεται πλησίον.
148
ἐδόκει δʼ αὐτῷ φρούριον ἐν μέσῳ κείμενον καταλαβεῖν· οὕτως γὰρ αὐτὸς μὲν ὠφεληθήσεσθαι καὶ πρὸς τὸ θᾶττον συνάψαι τὴν μάχην καὶ εἰ παρέλκειν δέοι ἐρυμνὸν αὐτῷ πεπορισμένος τὸ στρατόπεδον.
149
τὸ δʼ αὐτὸ καὶ τῶν Ἀράβων προνοούντων ἅμιλλα γίνεται περὶ τοῦ χωρίου καὶ πρῶτον μὲν ἀκροβολισμοῖς, εἶτα δὴ καὶ πλείους εἰς χεῖρας ἐρχόμενοι παρʼ ἀμφοτέρων ἕως ἡττηθέντες οἱ παρὰ τῶν Ἀράβων ἀπεχώρουν.
150
τοῦτο εὐθὺς εἰς ἐλπίδας τοῖς Ἰουδαίοις οὐ μικρὸν ἐγεγόνει. καὶ τὴν δύναμιν αὐτοῦ ἐννοούμενον πάντα μᾶλλον ἢ πρὸς μάχην ἰέναι βουλόμενον θρασύτερον ἐπεχείρησεν αὐτῶν τὸν χάρακα διασπᾶν καὶ τοῦ στρατοπέδου προσάγων ἅπτεσθαι· τούτοις γὰρ ἐκβιασθέντες προῄεσαν ἄτακτοι καὶ προθυμίας ἢ τῆς εἰς τὸ νικᾶν ἐλπίδος οὐδʼ ὁτιοῦν ἐσχηκότες.
151
ὅμως δʼ οὖν εἰς χεῖρας ᾔεσαν πλείους τε ὄντες καὶ διὰ τὸ κατεπείγειν ἐπὶ τὸ τολμηρὸν ὑπὸ τῆς ἀνάγκης στρατηγούμενοι, καὶ μάχη γίνεται καρτερὰ πιπτόντων ἑκατέρωθεν οὐκ ὀλίγων, τέλος δὲ τραπέντες οἱ Ἄραβες ἔφευγον.
152
ἦν δὲ φόνος ἐγκλινάντων, ὡς μὴ μόνον ὑπὸ τῶν πολεμίων θνήσκειν, ἀλλὰ καὶ σφίσιν αὐτοῖς παραιτίους γίνεσθαι τῶν κακῶν, ὑπό τε πλήθους καὶ φορᾶς ἀτάκτου συμπατουμένων καὶ περιπιπτόντων τοῖς οἰκείοις ὅπλοις·
153
πεντακισχίλιοι γοῦν αὐτῶν ἐγένοντο νεκροί. τὸ δʼ ἄλλο πλῆθος ἔφθη μὲν εἰς τὸ χαράκωμα συμφυγεῖν, εἶχεν δʼ οὐκ ἐν βεβαίῳ τὴν ἐλπίδα τῆς σωτηρίας ἀπορίᾳ τῶν ἐπιτηδείων καὶ μᾶλλον ὕδατος. οἵ τε Ἰουδαῖοι διώκοντες συνεισπεσεῖν μὲν οὐ κατίσχυσαν,
154
περικαθεζόμενοι δὲ τῷ χάρακι καὶ παρατηροῦντες εἰσόδου τε τοὺς ἐπαρκοῦντας καὶ ἐξόδου φυγεῖν βουλομένους εἶργον.
155
Ἐν τοιούτοις οὖν ὄντες οἱ Ἄραβες ἐπρεσβεύοντο πρὸς τὸν Ἡρώδην, τὸ μὲν πρῶτον ὑπὲρ διαλύσεως, ἔπειτα, τὸ γὰρ δίψος ἤπειγεν, πᾶν ὁτιοῦν ὑφιστάμενοι καὶ τυχεῖν εἰς τὸ παρὸν ἀδείας ἠξιωκότες.