Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 15

209 Ὁ μὲν γὰρ ἐπὶ μεγάλοις οἷς παρʼ ἐλπίδας εὐτυχήκει καταπεπλευκὼς πρώτῃ μέν, ὡς εἰκός, τῇ γυναικὶ περὶ τούτων εὐηγγελίζετο, μόνην δὲ ἐκ πάντων διὰ τὸν ἔρωτα καὶ τὴν οὖσαν αὐτῷ συνήθειαν προτιμῶν ἠσπάζετο.
210 τῇ δʼ οὔτε τὰς εὐημερίας διηγουμένου χαίρειν μᾶλλον ἢ χαλεπῶς φέρειν συνέβαινεν οὔτʼ ἐπικρύπτεσθαι τὸ πάθος δυνατὸν ἦν. ἀλλʼ ὑπʼ ἀδοξίας καὶ τῆς περιούσης εὐγενείας πρὸς μὲν τοὺς ἀσπασμοὺς ἀνέστενεν, τοῖς δὲ διηγήμασιν ἄχθεσθαι μᾶλλον ἢ συγχαίρειν ἐνέφαινεν, ὡς οὐχ ὕποπτα μόνον ἀλλὰ καὶ καταφανῆ γινόμενα τὸν Ἡρώδην ἐπιταράττειν.
211 ἠδημόνει μὲν γὰρ ὁρῶν τὸ παράλογον τῆς γυναικὸς εἰς αὐτὸν μῖσος οὐκ ἀποκεκρυμμένον, ἤχθετο δὲ τῷ πράγματι καὶ τὸν ἔρωτα φέρειν ἀδυνατῶν ταῖς τε ὀργαῖς καὶ ταῖς διαλλαγαῖς οὐκ ἐνέμενεν, ἀεὶ δὲ ἀπὸ θατέρου μεταβαίνων εἰς θάτερον ἐφʼ ἑκατέρῳ πολλὴν εἶχεν ἀπορίαν.
212 οὕτως οὖν ἐν μέσῳ τοῦ στυγεῖν καὶ στέργειν ἀποληφθεὶς καὶ πολλάκις ἕτοιμος ὢν ἀμύνασθαι τῆς ὑπερηφανίας αὐτὴν διὰ τὸ προκατειλῆφθαι τὴν ψυχὴν ἀσθενέστερος εἰς τὸ μεταστήσασθαι τὴν ἄνθρωπον ἐγίνετο. τὸ δὲ σύμπαν ἡδέως ἂν ἐκείνην κολάσας ἐδεδοίκει, μὴ λάθοι μείζονα παρʼ αὐτοῦ τὴν τιμωρίαν ἀποθανούσης εἰσπραττόμενος.
213 Συνιδοῦσαι δʼ οὕτως αὐτὸν ἔχοντα πρὸς τὴν Μαριάμμην ἥ τε ἀδελφὴ καὶ ἡ μήτηρ κάλλιστον ᾠήθησαν τὸν καιρὸν τοῦ πρὸς ἐκείνην μίσους εἰληφέναι καὶ διελάλουν οὐ μικρῶς παροξύνουσαι τὸν Ἡρώδην διαβολαῖς μῖσος ὁμοῦ καὶ ζηλοτυπίαν ἐμποιεῖν δυνησομέναις.
214 ὁ δʼ οὔτε τῶν τοιούτων ἀηδῶς ἤκουσεν λόγων οὔτε δρᾶν τι κατὰ τῆς γυναικὸς ὡς πεπιστευκὼς ἀπεθάρρει, χεῖρον μέντοι πρὸς αὐτὴν εἶχεν ἀεὶ καὶ τὸ πάθος ἀντεξεκαίετο, τῆς μὲν οὐκ ἀποκρυπτομένης τὴν διάθεσιν, τοῦ δὲ τὸν ἔρωτα πρὸς ὀργὴν ἀεὶ μεταλαμβάνοντος.
215 κἂν εὐθὺς ἐπράχθη τι τῶν ἀνηκέστων· νῦν δὲ Καίσαρος ἀγγελθέντος κρατεῖν τῷ πολέμῳ καὶ τεθνηκότων Ἀντωνίου καὶ Κλεοπάτρας ἔχειν Αἴγυπτον, ἐπειγόμενος εἰς τὸ Καίσαρι ἀπαντᾶν κατέλιπεν ὡς εἶχεν τὰ περὶ τὴν οἰκίαν.
216 ἐξιόντι δὲ Μαριάμμη παραστησομένη τὸν Σόαιμον πολλήν τε χάριν τῆς ἐπιμελείας ὡμολόγει καὶ μεριδαρχίαν αὐτῷ παρὰ τοῦ βασιλέως ᾐτήσατο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme