Book 15
232
Συνθεωρήσασα δὲ τὸν καιρὸν ἡ Ἀλεξάνδρα, καὶ διότι μικρὰς ἐλπίδας ἔχοι μὴ καὶ αὐτὴ τῶν ὁμοίων ἐξ Ἡρώδου τυχεῖν, ἐναντίως πρὸς τὸ πρῶτον θράσος καὶ λίαν ἀπρεπῶς μετεβάλετο·
233
βουλομένη γὰρ ἐμφῆναι τὴν ἄγνοιαν ὧν ἐκείνη τὰς αἰτίας εἶχεν, ἐκπηδήσασα καὶ λοιδορουμένη τῇ θυγατρὶ πάντων ἀκουόντων ἐβόα κακὴν πρὸς τὸν ἄνδρα καὶ ἀχάριστον γενέσθαι καὶ δίκαια πάσχειν ἐπὶ τοῖς τοιούτοις τολμήσασαν· οὐ γὰρ ἀμείψασθαι δεόντως τὸν πάντων αὐτῶν εὐεργέτην.
234
τοιαῦτα μεταξὺ καθυποκρινομένης ἀσχημόνως καὶ τολμώσης ἐφάπτεσθαι καὶ τῶν τριχῶν, πολλὴ μέν, ὡς εἰκός, καὶ παρὰ τῶν ἄλλων ἡ κατάγνωσις ἦν τῆς ἀπρεποῦς προσποιήσεως, μᾶλλον δὲ ἐνεφάνη παρʼ αὐτῆς τῆς ἀπολλυμένης·
235
οὔτε γὰρ λόγον δοῦσα τὴν ἀρχὴν οὔτε ταραχθεῖσα πρὸς τὴν ἐκείνης δυσχέρειαν ἐπέβλεπεν ἀλλʼ ὡς ὑπὸ φρονήματος τὴν ἁμαρτίαν καὶ μᾶλλον ἄχθεσθαι περιφανῶς ἀσχημονούσης ἐνέφηνεν.
236
αὐτή γε μὴν ἀτρεμαίῳ τῷ καταστήματι καὶ τῇ χρόᾳ τῆς σαρκὸς ἀμεταβλήτῳ πρὸς τὸν θάνατον ἀπῄει, τὴν εὐγένειαν οὐδʼ ἐν τοῖς ἐσχάτοις ἄδηλον τοῖς ἐπιθεωροῦσιν αὐτὴν ἐμφαίνουσα.
237
Κἀκείνη μὲν οὕτως ἀπέθανεν γυνὴ καὶ πρὸς ἐγκράτειαν καὶ πρὸς μεγαλοψυχίαν ἄριστα γεγενημένη, τὸ δʼ ἐπιεικὲς ἔλιπεν αὐτῇ καὶ πλεῖον ἦν ἐν τῇ φύσει τὸ φιλόνεικον· κάλλει δὲ σώματος καὶ τῷ περὶ τὰς ἐντεύξεις ἀξιώματι μειζόνως φράσαι τὰς κατʼ αὐτὴν ὑπερῆγεν,
238
ἥ τε πλείων ἀφορμὴ τοῦ μὴ κεχαρισμένως τῷ βασιλεῖ μηδὲ πρὸς ἡδονὴν ζῆν ἐντεῦθεν ἐγεγόνει· θεραπευομένη γὰρ διὰ τὸν ἔρωτα καὶ δυσχερὲς οὐδὲν ἐξ ἐκείνου προσδοκῶσα τὴν παρρησίαν ἀσύμμετρον εἶχεν.
239
ἠνία δʼ αὐτὴν καὶ τὰ περὶ τοὺς οἰκείους καὶ ταῦτα πάντα πρὸς ἐκεῖνον ὡς ἐπεπόνθει λέγειν ἠξίου, καὶ πέρας ἐξενίκησεν ἐχθρὰς αὐτῇ γενέσθαι τήν τε μητέρα καὶ τὴν ἀδελφὴν τοῦ βασιλέως κἀκεῖνον αὐτόν, ᾧ μόνῳ τὸ μὴ παθεῖν τι δυσχερὲς ἀπεπίστευεν.
240
Ἀναιρεθείσης δʼ αὐτῆς τότε καὶ μᾶλλον ἐξήφθη τὰ περὶ τὴν ἐπιθυμίαν τοῦ βασιλέως ἔχοντος μὲν οὕτως, ὡς καὶ πρότερον ἐδηλώσαμεν· οὐ γὰρ ἀπαθὴς οὐδʼ οἷος ἂν ἐκ συνηθείας ἦν ὁ πρὸς αὐτὴν ἔρως, ἀλλὰ καὶ πρότερον ἦρξεν ἐνθουσιαστικῶς καὶ τῇ παρρησίᾳ τῆς συμβιώσεως οὐκ ἀπενικήθη μὴ πλείων ἀεὶ γίνεσθαι·