Book 15
263
ὄντες δὲ ἐπʼ ἀξιώματος οἱ τοῦ Σάββα παῖδες καὶ παρὰ τῷ πλήθει δυνατοί, πιστοὶ διετέλουν Ἀντιγόνῳ τόν τε Ἡρώδην διέβαλλον ἀεὶ καὶ συμφυλάττειν τοῖς βασιλεῦσιν τὴν ἐκ γένους ἀρχὴν προύτρεπον. ἐκεῖνοι μὲν οὖν ἅμα καὶ συμφέρειν αὐτὰ νομίζοντες ἐπὶ τοιούτων ἐπολιτεύοντο.
264
τῆς δὲ πόλεως ἁλισκομένης καὶ κρατοῦντος τῶν πραγμάτων Ἡρώδου Κοστόβαρος ἀποδειχθεὶς τὰς διεκβολὰς ἀναφράττειν καὶ φρουρεῖν τὴν πόλιν, ὡς μὴ διαπίπτειν ἐξ αὐτῆς τοὺς ὑπόχρεως τῶν πολιτῶν ἢ τἀναντία τῷ βασιλεῖ πολιτευομένους, εἰδὼς ἐν ὑπολήψει καὶ τιμῇ τοὺς Σάββα τῷ παντὶ πλήθει καὶ νομίζων μέγα μέρος αὐτῷ γενήσεσθαι πρὸς τὰς μεταβολὰς τῶν πραγμάτων τὴν ἐκείνων σωτηρίαν ὑπεξέθετο καὶ κατέκρυψεν ἐν οἰκείοις χωρίοις.
265
καὶ τότε μὲν Ἡρώδην, διεληλύθει γὰρ ἡ τῆς ἀληθείας ὑποψία, πιστωσάμενος ὅρκοις ἦ μὴν οὐδὲν εἰδέναι τῶν κατʼ ἐκείνους ἀφεῖτο τῆς ὑπονοίας. αὖθις δὲ κηρύγματα καὶ μήνυτρα τοῦ βασιλέως ἐκτιθέντος καὶ πάντα τρόπον ἐρεύνης ἐπινοοῦντος οὐκ ἦλθεν εἰς ὁμολογίαν, ἀλλὰ τῷ τὸ πρῶτον ἔξαρνος γενέσθαι τὸ φωραθῆναι τοὺς ἄνδρας οὐκ ἀνυποτίμητον αὐτῷ πεπεισμένος οὐ μόνον ἐκ τῆς εὐνοίας, ἀλλὰ καὶ τῆς ἀνάγκης ἤδη τοῦ λανθάνειν αὐτοὺς περιείχετο.
266
περὶ τούτων ἐξαγγελθέντων αὐτῷ διὰ τῆς ἀδελφῆς ὁ βασιλεὺς πέμψας εἰς τοὺς τόπους, ἐν οἷς διατρίβειν ἐμηνύθησαν, ἐκείνους τε καὶ τοὺς συγκαταιτιαθέντας ἀπέκτεινεν, ὥστʼ εἶναι μηδὲν ὑπόλοιπον ἐκ τῆς Ὑρκανοῦ συγγενείας, ἀλλὰ τὴν βασιλείαν αὐτεξούσιον αὐτῷ μηδενὸς ὄντος ἐπʼ ἀξιώματος ἐμποδὼν ἵστασθαι τοῖς παρανομουμένοις.
267
Διὰ τοῦτο καὶ μᾶλλον ἐξέβαινεν τῶν πατρίων ἐθῶν καὶ ξενικοῖς ἐπιτηδεύμασιν ὑποδιέφθειρεν τὴν πάλαι κατάστασιν ἀπαρεγχείρητον οὖσαν, ἐξ ὧν οὐ μικρὰ καὶ πρὸς τὸν αὖθις χρόνον ἠδικήθημεν ἀμεληθέντων ὅσα πρότερον ἐπὶ τὴν εὐσέβειαν ἦγεν τοὺς ὄχλους·
268
πρῶτον μὲν γὰρ ἀγῶνα πενταετηρικὸν ἀθλημάτων κατεστήσατο Καίσαρι καὶ θέατρον ἐν Ἱεροσολύμοις ᾠκοδόμησεν, αὖθίς τʼ ἐν τῷ πεδίῳ μέγιστον ἀμφιθέατρον, περίοπτα μὲν ἄμφω τῇ πολυτελείᾳ, τοῦ δὲ κατὰ τοὺς Ἰουδαίους ἔθους ἀλλότρια· χρῆσίς τε γὰρ αὐτῶν καὶ θεαμάτων τοιούτων ἐπίδειξις οὐ παραδίδοται.