Book 15
298
ἐντὸς δὲ καὶ κατὰ μέσην τριῶν ἡμισταδίων τέμενος ἀνῆκεν παντοίως κεκοσμημένον καὶ ναὸν ἐν αὐτῷ μεγέθει καὶ κάλλει τῶν ἐλλογιμωτάτων ἤγειρεν, ἔν τε τοῖς κατὰ μέρος διὰ πάντων ἐκόσμει τὴν πόλιν, τὸ μὲν ἀναγκαῖον τῆς ἀσφαλείας ὁρῶν καὶ τῇ τῶν περιβόλων ἐρυμνότητι φρούριον αὐτὴν ποιούμενος ἐπὶ τῇ μείζονι, τὸ δʼ εὐπρεπὲς ὡς ἂν ἐκ τοῦ φιλοκαλεῖν καὶ μνημεῖα φιλανθρωπίας ἀπολιπεῖν ἐν ὑστέρῳ.
299
Κατὰ τοῦτον μὲν οὖν τὸν ἐνιαυτὸν τρισκαιδέκατον ὄντα τῆς Ἡρώδου βασιλείας πάθη μέγιστα τὴν χώραν ἐπέλαβεν, εἴτε δὴ τοῦ θεοῦ μηνίσαντος ἢ καὶ κατὰ περιόδους οὕτως ἀπαντήσαντος τοῦ κακοῦ·
300
πρῶτον μὲν γὰρ αὐχμοὶ διηνεκεῖς ἐγένοντο, καὶ διὰ τὸ τοιοῦτον ἄκαρπος ἡ γῆ μηδʼ ὅσα κατʼ αὐτὴν ἀναβλαστάνειν, ἔπειτα καὶ τῆς διαίτης κατὰ τὴν ἔνδειαν τῶν σιτίων ἐξαλλαττομένης νόσοι τῶν σωμάτων καὶ πάθος ἤδη λοιμικὸν ἐκράτει, διηνεκῶς ἀντεφοδιαζομένων αὐτοῖς τῶν κακῶν.
301
τό τε γὰρ ἠπορῆσθαι θεραπείας καὶ τροφῆς ἐπέτεινεν εἰς πλέον ἀρξαμένην ἰσχυρῶς τὴν λοιμώδη νόσον ἥ τε φθορὰ τῶν οὕτως ἀπολλυμένων ἀφῃρεῖτο καὶ τοὺς περιόντας εὐθυμίας, ἐπεὶ προσαρκεῖν ταῖς ἀπορίαις ἐξ ἐπιμελείας οὐκ ἐδύναντο.
302
φθαρέντων γε μὴν τῶν ἐπʼ ἔτος καρπῶν καὶ τῶν ὅσοι πρότερον ἀπέκειντο δεδαπανημένων, οὐδὲν εἰς ἐλπίδα χρηστὴν ὑπελείπετο μᾶλλον ἢ κατὰ προσδοκίαν ἐπιτείνοντος τοῦ κακοῦ καὶ οὐδὲ κατʼ ἐκεῖνον τὸν ἐνιαυτὸν μόνον, ὥστʼ αὐτοῖς εἶναι μὲν οὐδὲν ὑπόλοιπον, ἀπολωλέναι δὲ καὶ τῶν περιόντων τὰ σπέρματα μηδὲ τὸ δεύτερον ἀνείσης τῆς γῆς.
303
ἥ τε ἀνάγκη πολλὰ διὰ τὰς χρείας ἐκαινούργει. καὶ τὰς ἀπορίας οὐκ ἐλάττους εἶναι συνέβαινεν αὐτῷ τῷ βασιλεῖ, τῶν τε φόρων, οὓς ἐλάμβανεν ἀπὸ τῆς γῆς, ἀφῃρημένῳ καὶ τὰ χρήματα δεδαπανηκότι πρὸς φιλοτιμίαν ὧν τὰς πόλεις ἐπεσκεύαζεν.
304
ἦν δὲ οὐδὲν ὅ τι καὶ βοηθείας ἄξιον ἐδόκει προκατειληφότος τοῦ κακοῦ καὶ μῖσος εἰς αὐτὸν ἐκ τῶν ἀρχομένων· τὸ γὰρ οὐκ εὖ πράττειν φιλαίτιον αἰεὶ κατὰ τῶν προεστηκότων.
305
Ἐν τοιούτοις διενοεῖτο βοηθεῖν τῷ καιρῷ· χαλεπὸν δʼ ἦν οὔτε τῶν πλησίον ἐχόντων ἀποδόσθαι σιτία τῷ μηδʼ αὐτοὺς ἐλάττω πεπονθέναι, χρημάτων τε οὐκ ὄντων, εἰ καὶ δυνατὸν ὀλίγων ἐπὶ πολλοῖς εὐπορηθῆναι.