Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 15

327 περιεβάλλετο δὲ τὴν ἔξωθεν ἀσφάλειαν ὥσπερ ἐπιτείχισμα καὶ τοῦτο τοῖς ἀρχομένοις ποιούμενος· πόλεσίν τε γὰρ ὡμίλει δεξιῶς καὶ φιλανθρώπως καὶ τοὺς δυνάστας ἐθεράπευεν εὐκαιρίαις ὧν ἑκάστους ἐδωρεῖτο μείζους τὰς χάριτας ἐμποιῶν καὶ τὸ μεγαλόψυχον φύσει πρὸς τὴν βασιλείαν εὐπρεπὲς ἔχων, ὥστʼ αὐτῷ πάντα διὰ πάντων αὔξεσθαι πρὸς τὸ πλεῖον ἀεὶ προχωρούντων.
328 ὑπὸ δὲ τῆς εἰς τοῦτο φιλοτιμίας καὶ τῆς θεραπείας, ἣν ἐθεράπευεν Καίσαρα καὶ Ῥωμαίων τοὺς πλεῖστον δυναμένους, ἐκβαίνειν τῶν ἐθῶν ἠναγκάζετο καὶ πολλὰ τῶν νομίμων παραχαράττειν, πόλεις τε κτίζων ὑπὸ φιλοτιμίας καὶ ναοὺς ἐγείρων, οὐκ ἐν τῇ τῶν Ἰουδαίων,
329 οὐδὲ γὰρ ἂν ἠνέσχοντο τῶν τοιούτων ἀπηγορευμένων ἡμῖν ὡς ἀγάλματα καὶ τύπους μεμορφωμένους τιμᾶν πρὸς τὸν Ἑλληνικὸν τρόπον, τὴν δʼ ἔξω χώραν καὶ τὰ πέριξ οὕτως κατεσκευάζετο,
330 Ἰουδαίοις μὲν ἀπολογούμενος μὴ καθʼ αὑτὸν, ἀλλʼ ἐξ ἐντολῆς καὶ προσταγμάτων αὐτὰ ποιεῖν, Καίσαρι δὲ καὶ Ῥωμαίοις τὸ μηδὲ τῶν οἰκείων ἐθῶν ὅσον τῆς ἐκείνων τιμῆς ἐστοχάσθαι χαριζόμενος, αὐτὸς μέντοι τὸ σύμπαν αὐτοῦ στοχαζόμενος ἢ καὶ φιλοτιμούμενος μείζω τὰ μνημεῖα τῆς ἀρχῆς τοῖς αὖθις ὑπολιπέσθαι. ὅθεν καὶ περὶ τὰς ἐπισκευὰς τῶν πόλεων ἐκεκίνητο καὶ πλείστας εἰς τοῦτο τὰς δαπάνας ἐποιεῖτο.
331 Κατιδὼν δὲ καὶ πρὸς τῇ θαλάττῃ χωρίον ἐπιτηδειότατον δέξασθαι πόλιν, ὃ πάλαι Στράτωνος ἐκαλεῖτο πύργος, τῇ τε διαγραφῇ μεγαλοπρεπῶς ἐπεβάλλετο καὶ τοῖς οἰκοδομήμασιν ἀνιστὰς ἅπασαν οὐ παρέργως, ἀλλʼ ἐκ λευκῆς πέτρας, καὶ διακοσμῶν καὶ βασιλείοις πολυτελεστάτοις καὶ διαίταις πολιτικαῖς,
332 τὸ δὲ μέγιστον καὶ πλείστην ἐργασίαν παρασχόν, ἀκλύστῳ λιμένι, μέγεθος μὲν κατὰ τὸν Πειραιᾶ, καταγωγὰς δʼ ἔνδον ἔχοντι καὶ δευτέρους ὑφόρμους, τῇ δὲ δομήσει περίβλεπτον, ὅτι μηδʼ ἐκ τοῦ τόπου τὴν ἐπιτηδειότητα τῆς μεγαλουργίας εἶχεν, ἀλλʼ ἐπεισάκτοις καὶ πολλαῖς ἐξετελειώθη ταῖς δαπάναις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme