Book 15
60
κἀκείνη μὲν ἐγκρατῶς ἔφερε τὴν ὑποψίαν. Ἡρώδης δὲ πᾶσι τοῖς ἔξωθεν πιθανῶς ἀπεσκευάζετο, μὴ μετὰ προνοίας γενέσθαι τῷ παιδὶ τὸν θάνατον, οὐχ ὅσα πρὸς πένθος ἐπιτηδεύων μόνον, ἀλλὰ καὶ δάκρυσι χρώμενος καὶ σύγχυσιν τῆς ψυχῆς ἐμφαίνων ἀληθινήν, τάχα μὲν καὶ τοῦ πάθους ἀπονικῶντος αὐτὸν ἐν ὄψει τῆς τε ὥρας καὶ τοῦ κάλλους, εἰ καὶ πρὸς ἀσφάλειαν ὁ θάνατος τοῦ παιδὸς ἐνομίζετο, δῆλον δʼ ὡς ἀπολογίαν αὐτὰ πραγματευόμενος.
61
τά γε μὴν εἰς τὴν πολυτέλειαν τῆς ἐκφορᾶς καὶ μᾶλλον ἐπεδείξατο, πολλὴν μὲν τὴν παρασκευὴν περί τε τὰς θήκας καὶ τὸ πλῆθος τῶν θυμιαμάτων ποιησάμενος, πολὺν δὲ συγκαταθάπτων κόσμον, ὡς ἐκπλῆξαι τὸ λυπηρὸν τῆς ἐν ταῖς γυναιξὶν ἀλγηδόνος καὶ παραμυθήσασθαι τούτῳ τῷ μέρει.
62
Τὴν δʼ Ἀλεξάνδραν ἥττησε μὲν οὐδὲν τῶν τοιούτων, ἀεὶ δὲ καὶ μᾶλλον ἡ μνήμη τοῦ κακοῦ παρέχουσα τὴν ὀδύνην ὀδυρτικὴν ἐποίει καὶ φιλόνεικον, καὶ γράφει τὴν ἐπιβουλὴν Ἡρώδου τῇ Κλεοπάτρᾳ καὶ τὴν ἀπώλειαν τοῦ παιδός.
63
ἡ δὲ καὶ πάλαι σπεύδουσα προσαρκέσαι δεομένῃ καὶ τὰς ἀτυχίας οἰκτείρουσα τῆς Ἀλεξάνδρας αὐτῆς ἐποιεῖτο τὸ πᾶν πρᾶγμα καὶ Ἀντώνιον οὐκ ἀνίει τίσασθαι τὸν φόνον τοῦ παιδὸς παροξύνουσα· οὐ γὰρ ἄξιον Ἡρώδην διʼ αὐτοῦ καταστάντα βασιλέα τῆς οὐδὲν προσηκούσης ἀρχῆς εἰς τοὺς ὄντως βασιλεῖς τοιαύτας ἐπιδείκνυσθαι παρανομίας.
64
τούτοις ἀναπειθόμενος Ἀντώνιος ὡς ἐπὶ Λαοδικείας ἐστάλη, πέμπει κελεύων Ἡρώδην ἐλθόντα τῶν εἰς Ἀριστόβουλον ἀπολύσασθαι· πεπρᾶχθαι γὰρ οὐκ ὀρθῶς τὴν ἐπιβουλήν, εἰ διʼ αὐτοῦ γέγονεν.
65
ὁ δὲ τήν τε αἰτίαν δεδοικὼς καὶ τὴν Κλεοπάτρας δυσμένειαν, ὡς οὐκ ἀνῆκεν ἐξεργαζομένη κακῶς αὐτῷ τὸν Ἀντώνιον ἔχειν, ἔγνω μὲν ὑπακούειν, οὐδὲ γὰρ ἄλλο τι πράττειν ἐνῆν, καταλιπὼν δὲ τὸν θεῖον αὐτοῦ Ἰώσηπον ἐπίτροπον τῆς ἀρχῆς καὶ τῶν ἐκεῖ πραγμάτων ἐνετείλατο λεληθότως, εἰ πάθοι τι παρʼ Ἀντωνίῳ, παραχρῆμα καὶ τὴν Μαριάμμην ἀνελεῖν·
66
αὐτός τε γὰρ ἔχειν φιλοστόργως πρὸς τὴν γυναῖκα καὶ δεδοικέναι τὴν ὕβριν, εἰ καὶ τεθνηκότος ἐκείνη κατʼ εὐμορφίαν ἄλλῳ τινὶ σπουδάζοιτο.