Book 16
75
Ἡρώδης δὲ ἐτετάρακτο μὲν εὐθὺς ἀκούσας τοιούτων, ἐξεπέπληκτο δὲ μᾶλλον, ὅτι καὶ τῶν ἄλλων τινὲς ἀπήγγελλον, ἀνέκαμπτε τῇ συμφορᾷ τά τε πρῶτα καταλογιζόμενος ὡς οὔτε τῶν φιλτάτων οὔτε τῆς στεργομένης αὐτῷ γυναικὸς ὤνατο διὰ τὰς ἐγγινομένας ταραχὰς κατὰ τὴν οἰκίαν, τό τε μᾶλλον τοῦ προσπεπτωκότος ἤδη βαρὺ καὶ μεῖζον ἐκείνων ὑπολαμβάνων ἐν συγχύσει τῆς ψυχῆς ἦν.
76
τῷ γὰρ ὄντι πλεῖστα μὲν καὶ παρʼ ἐλπίδας τῶν ἔξωθεν εἰς εὐτυχίαν αὐτῷ τὸ δαιμόνιον προσετίθει, μέγιστα δὲ τῶν οἴκοι καὶ μηδὲ προσδοκώμενα δυστυχεῖν αὐτῷ συνέβαινεν, ἑκατέρου προϊόντος ὡς οὐκ ἄν τις ᾠήθη καὶ παρέχοντος ἀμφήριστον τὴν ὑπερβολήν, εἰ
77
δέον τὴν τοσαύτην εὐτυχίαν τῶν ἔξωθεν πραγμάτων ἀλλάξασθαι τῶν οἴκοι κακῶν, ἢ τοιοῦτο μέγεθος τῶν περὶ τοὺς οἰκείους συμφορῶν διαφυγεῖν ἐν τῷ μηδὲ τὰ τῆς βασιλείας θαυμαζόμενα κεκτῆσθαι.
78
Ταρασσόμενος δὲ καὶ διακείμενος τὸν τρόπον τοῦτον ἐπὶ καθαιρέσει τῶν μειρακίων ἕτερον αὐτῷ γενόμενον ἰδιωτεύοντι παῖδα προσήγετο καὶ τοῦτον ἐδόκει τιμᾶν, ἐκαλεῖτο δὲ Ἀντίπατρος, οὐχ ὥσπερ ἐν ὑστέρῳ καὶ τελέως ἡττηθεὶς αὐτοῦ καὶ πάντʼ εἰς ἐκεῖνον ἀναφέρων,
79
οἰόμενος δὲ παραιρήσεσθαι τοῦ θράσους τοὺς ἐκ Μαριάμμης καὶ μᾶλλον εἰς νουθεσίαν τὴν ἐκείνων οἰκονομῶν αὐτό. τὸ γὰρ αὔθαδες οὐκ ἂν εἴη παρʼ αὐτοῖς, εἰ τοῦτο πεισθεῖεν, ὅτι μὴ μόνοις μηδʼ ἐξ ἀνάγκης ἡ διαδοχὴ τῆς βασιλείας ὀφείλεται.
80
διὸ καὶ καθάπερ ἔφεδρόν τινα τὸν Ἀντίπατρον εἰσῆγεν οἰόμενος ὀρθῶς προνοεῖν καὶ κατασταλέντων τῶν μειρακίων ἐξεῖναι εὐκαίρως χρῆσθαι βελτίοσιν.
81
τὸ δʼ οὐχ ὥσπερ ἐνόησεν ἀπέβη· τοῖς τε γὰρ παισὶν οὐ μετρίως ἐδόκει κεχρῆσθαι τῇ πρὸς αὐτοὺς ἐπηρείᾳ, καὶ δεινὸς ὢν τὸν τρόπον Ἀντίπατρος, ἐπειδὴ παρρησίας τινὸς τῆς οὐ πρότερον οὔσης ἐλπίδος ἀντεποιήσατο, μίαν ἔσχεν ὑπόθεσιν κακοῦ τοὺς ἀδελφοὺς μὴ παραχωρεῖν τῶν πρωτείων, ἀλλʼ ἔχεσθαι τοῦ πατρός, ἤδη μὲν ἠλλοτριωμένου ταῖς διαβολαῖς, εὐμεταχειρίστου δʼ ὄντος εἰς ὅπερ ἐσπουδάκει, πολὺ χαλεπώτερον ἀεὶ γενέσθαι τοῖς διαβεβλημένοις.