Book 16
82
ἦσαν οὖν οὐ παρʼ αὐτοῦ μόνου οἱ λόγοι φυλαττομένου διʼ αὑτοῦ δόξαι τὰ τοιαῦτα καταμηνύειν, ἀλλὰ μᾶλλον ἐχρῆτο συνεργοῖς τοῖς ἀνυπόπτοις καὶ διὰ τὴν εὔνοιαν τὴν πρὸς τὸν βασιλέα πιστευθησομένοις αὐτὸ ποιεῖν.
83
ἤδη δὲ πλείους ἐγεγόνεισαν οἱ κἀκεῖνον ἐφʼ οἷς ἠλπίκει θεραπεύοντες καὶ τὸν Ἡρώδην ἐκ τοῦ δοκεῖν κατʼ εὔνοιαν τὰ τοιαῦτα λέγειν ὑπαγόμενοι. καὶ τούτων πολυπροσώπως καὶ πιστῶς ἀλλήλοις συναγωνιζομένων ἔτι καὶ μᾶλλον αἱ παρὰ τῶν μειρακίων ἀφορμαὶ προσεγίνοντο·
84
καὶ γὰρ καὶ δάκρυα πολλάκις ἦν κατʼ ἐπήρειαν ὧν ἠτιμάζοντο καὶ τῆς μητρὸς ἀνάκλησις καὶ τὸν πατέρα φανερῶς ἤδη πρὸς τοὺς φίλους οὐ δίκαιον ἐλέγχειν ἐπετήδευον, ἅπερ ἅπαντα κακοήθως ὑπὸ τῶν περὶ τὸν Ἀντίπατρον καιροφυλακούμενα καὶ μειζόνως πρὸς τὸν Ἡρώδην ἐξαγγελλόμενα προύβαινεν οὐ μικρὰν ἀπεργαζόμενα τὴν τῆς οἰκίας στάσιν.
85
ἀχθόμενος γὰρ ὁ βασιλεὺς ταῖς διαβολαῖς καὶ ταπεινῶσαι βουλόμενος τοὺς ἐκ τῆς Μαριάμμης μείζονα ἀεὶ πρὸς τιμὴν Ἀντιπάτρῳ παρεῖχεν, καὶ τέλος ἡττηθεὶς ἐπεισήγαγε μὲν τὴν ἐκείνου μητέρα, Καίσαρι δὲ πολλάκις γράφων ὑπὲρ αὐτοῦ καὶ ἰδίᾳ συνίστη σπουδαιότερον.
86
Ἀγρίππου γε μὴν ἀνιόντος εἰς τὴν Ῥώμην μετὰ τὴν διοίκησιν τῶν ἐπὶ τῆς Ἀσίας δεκαετῆ γεγενημένην, πλεύσας ἀπὸ τῆς Ἰουδαίας καὶ συντυγχάνων μόνον τε τὸν Ἀντίπατρον ἐπήγετο καὶ παρέδωκεν εἰς Ῥώμην ἀνάγειν μετὰ πολλῶν δώρων Καίσαρι φίλον ἐσόμενον, ὥστε ἤδη πάντα δοκεῖν ἐπʼ ἐκείνῳ καὶ παρεῶσθαι παντάπασιν ἐκ τῆς ἀρχῆς τὰ μειράκια.
87
Πρὸς μὲν οὖν τιμὴν καὶ τὸ πρῶτον εἶναι δοκεῖν Ἀντιπάτρῳ προυχώρει τὰ κατὰ τὴν ἀποδημίαν· καὶ γὰρ ἐν τῇ Ῥώμῃ πᾶσιν ἐπεσταλκότος Ἡρώδου τοῖς φίλοις διάσημος ἦν·
88
ἤχθετο δὲ τῷ μὴ παρεῖναι μηδὲ ἔχειν ἐξ εὐκαίρου διαβάλλειν ἀεὶ τοὺς ἀδελφούς, καὶ μᾶλλον ἐδεδοίκει μεταβολὴν τοῦ πατρός, εἴ τι καὶ καθʼ αὑτὸν ἀξιώσει ἐπιεικέστερον εἰς τοὺς ἐκ τῆς Μαριάμμης φρονεῖν.