Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 16

104 Ἐπεὶ δὲ συνεῖδον εὐμένειάν τινα καὶ παρʼ ἐκείνου καὶ παρὰ τοῦ Καίσαρος, καὶ τῶν ἄλλων δὲ ἕκαστον τοὺς μὲν συνδακρύοντας, ἅπαντας δὲ συναλγοῦντας, ἅτερος αὐτῶν Ἀλέξανδρος ἐπικαλεσάμενος αὐτὸν ἐπεχείρει διαλύειν τὰς αἰτίας καί,
105 πάτερ, εἶπεν, ἡ μὲν σὴ πρὸς ἡμᾶς εὔνοια δήλη καὶ παρʼ αὐτὴν τὴν κρίσιν· οὐκ ἂν γάρ, εἴ τι δυσχερὲς ἐνενόεις ἐφʼ ἡμῖν, ἐπὶ τὸν πάντας σώζοντα προήγαγες·
106 καὶ γὰρ παρούσης μὲν ἐξουσίας ὡς βασιλεῖ, παρούσης δὲ ὡς πατρὶ τοὺς ἀδικοῦντας ἐπεξιέναι, τὸ εἰς Ῥώμην ἄγειν καὶ τοῦτον ποιεῖσθαι μάρτυρα σώζοντος ἦν· οὐδεὶς γὰρ ἀποκτεῖναί τινα προαιρούμενος εἰς ἱερὰ καὶ ναοὺς ἄγει.
107 τὸ δʼ ἡμέτερον ἤδη χεῖρον· οὐ γὰρ ἂν ὑπομείναιμεν ἔτι ζῆν, εἰ τοιοῦτον ἠδικηκέναι πατέρα πεπιστεύμεθα. καὶ μήποτε τοῦτʼ ἐκείνου χεῖρον ἀντὶ τοῦ τεθνάναι μηδὲν ἀδικοῦντας τὸ ζῆν ἀδικεῖν ὑποπτευομένους.
108 εἰ μὲν οὖν εὕροι λόγον τῆς ἀληθείας ἡ παρρησία, μακάριον καὶ σὲ πεῖσαι καὶ τὸν κίνδυνον διαφυγεῖν, εἰ δʼ οὕτως ἡ διαβολὴ κρατεῖ, περιττὸς ἡμῖν ὁ νῦν ἥλιος, ὃν τί δεῖ βλέπειν μετὰ τῆς ὑποψίας;
109 τὸ μὲν οὖν φάναι βασιλείας ἐπιθυμεῖν, εὔκαιρος εἰς νέους αἰτία, καὶ τὸ προστιθέναι τὴν τῆς ἀθλίας μητρός, ἱκανὸν ἐκ τῆς πρώτης τὴν νῦν ἀτυχίαν ἐξεργάζεσθαι.
110 βλέψον δέ, εἰ μὴ κοινὰ ταῦτα καὶ πᾶσιν ὁμοίως λέγεσθαι δυνησόμενα· κωλύσει γὰρ οὐδέν, τῷ βασιλεύοντι παῖδες εἰ εἰσὶν νέοι καὶ μήτηρ αὐτῶν ἀποθανοῦσα, πάντας ὑπόπτους εἶναι τοῦ πατρὸς ἐπιβούλους δοκεῖν. ἀλλʼ οὐ τὸ ὕποπτον πρὸς τοιαύτην ἀσέβειαν ἀρκετόν.
111 εἰπάτω δέ τις, ἡμῖν εἰ τετόλμηται τοιοῦτον, ᾧ καὶ τὰ μὴ πιστὰ πίστιν εἴωθεν ὑπʼ ἐνεργείας λαμβάνειν. φαρμάκου παρασκευὴν ἐλέγχειν δύναταί τις ἢ συνωμοσίαν ἡλικιωτῶν ἢ διαφθορὰν οἰκετῶν ἢ γράμματα κατὰ σοῦ γεγραμμένα;
112 καίτοι τούτων ἕκαστον ἔσθʼ ὅπη καὶ μὴ γενόμενον ἐκ διαβολῆς ἐπλάσθη· χαλεπὸν γὰρ οὐχ ὁμονοῶν οἶκος ἐν βασιλείᾳ· καὶ τὴν ἀρχήν, ἣν σὺ φῂς ἔπαθλον εὐσεβείας, συμβαίνει πολλάκις αἰτίαν γενέσθαι τοῖς πονηροτάτοις ἐλπίδων, διʼ ἃς οὐδεμίαν ὑποστολὴν ποιοῦνται κακοηθείας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme