Book 16
113
ἀδίκημα μὲν οὖν οὐδεὶς ἐρεῖ καθʼ ἡμῶν· τὰς δὲ διαβολὰς πῶς ἂν λύσειεν ὁ ἀκοῦσαι μὴ θέλων; ἐλαλήσαμέν τι μετὰ παρρησίας. οὐκ εἰς σέ· τοῦτο γὰρ ἦν ἄδικον· ἀλλʼ εἰς τοὺς οὐδʼ ὅ τι λελάλητο μὴ σιωπῶντας.
114
τὴν μητέρα τις ἡμῶν ἔκλαυσεν. οὐχ ὅτι τέθνηκεν, ἀλλʼ ὅτι καὶ νεκρὰ κακῶς ἤκουσεν ὑπὸ τῶν οὐκ ἀξίων. ἀρχῆς ἐπιθυμοῦμεν ἧς ἴσμεν ἔχοντα τὸν πατέρα; τί καὶ θέλοντες; εἰ μὲν εἰσὶν ἡμῖν τιμαὶ βασιλέων, ὥσπερ εἰσίν, οὐ κενοσπουδοῦμεν;
115
εἰ δʼ οὐκ εἰσίν, οὐκ ἐλπίζομεν; ἢ σὲ διαχειρισάμενοι κρατήσειν τὴν βασιλείαν προσεδοκήσαμεν, οἷς οὔτε γῆ βάσιμος οὔτε πλωτὴ θάλαττα μετὰ τοιοῦτον ἔργον; ἡ δὲ τῶν ἀρχομένων εὐσέβεια καὶ θρησκεία τοῦ παντὸς ἔθνους ἠνέσχετο ἂν πατροκτόνους ἐπὶ τῶν πραγμάτων εἶναι καὶ εἰς τὸν ἁγιώτατον ὑπὸ σοῦ κατασκευασθέντα ναὸν εἰσιέναι.
116
τί δʼ εἰ καὶ τῶν ἄλλων κατεφρονήσαμεν, ἐδύνατό τις φονεύσας ἀτιμώρητος μένειν ζῶντος Καίσαρος; οὔτʼ ἀσεβεῖς οὕτως ἐγέννησας οὔτʼ ἀλογίστους, ἀτυχεστέρους δʼ ἴσως ἢ σοὶ καλῶς εἶχεν.
117
εἰ δὲ μήτʼ αἰτίας ἔχεις μήτʼ ἐπιβουλὰς εὑρίσκεις, τί σοι πρὸς πίστιν αὔταρκες τοιαύτης δυσσεβείας; ἡ μήτηρ τέθνηκεν· ἀλλά τοι τὰ κατʼ ἐκείνην οὐδὲ παροξύνειν ἡμᾶς ἀλλὰ νουθετεῖν ἠδύνατο.
118
πλείω μὲν ἀπολογεῖσθαι δυνάμεθα, λόγον δʼ οὐκ ἐπιδέχεται τὰ μὴ γενόμενα. διόπερ ἐπὶ τῷ πάντων δεσπότῃ Καίσαρι μεσιτεύοντι τὸν παρόντα καιρὸν συντιθέμεθα ταύτην τὴν συνθήκην·
119
εἰ μὲν ἀνύποπτον ἐξ αὐτῆς τῆς ἀληθείας τὴν πρὸς ἡμᾶς διάθεσιν ἀπολαμβάνεις, ὦ πάτερ, ζήσομεν, οὐδʼ οὕτως μὲν εὐτυχῶς· δεινὸν γὰρ τῶν μεγάλων κακῶν καὶ ψευδὴς αἰτία.
120
παρούσης δέ τινος ὀρρωδίας σὺ μὲν ἐν τῇ κατὰ σαυτὸν εὐσεβείᾳ μένε, δώσομεν δὲ λόγον ἡμεῖς ἑαυτοῖς. οὐχ οὕτως ὁ βίος ἡμῖν τίμιος, ὡς ἔχειν αὐτὸν ἐπʼ ἀδικίᾳ τοῦ δεδωκότος.
121
Τοιαῦτα δὲ λέγοντος ὅ τε Καῖσαρ οὐδὲ πρότερον πιστεύων τῷ μεγέθει τῆς διαβολῆς ἔτι μᾶλλον ἐξηλλάττετο καὶ συνεχὲς εἰς τὸν Ἡρώδην ἀπέβλεπεν ὁρῶν κἀκεῖνον ὑποσυγχυνόμενον, ἀγωνία τε τοῖς παροῦσιν ἐνεπεπτώκει καὶ περὶ τὴν αὐλὴν ὁ λόγος διαδοθεὶς ἐπίφθονον ἐποίει τὸν βασιλέα.