Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 16

122 τὸ γὰρ ἄπιστον τῆς διαβολῆς καὶ τὸ περὶ τοὺς νεανίσκους ἐν ἀκμῇ καὶ κάλλει σωμάτων ἐλεεινὸν ἐπεσπᾶτο βοήθειαν· ἔτι δὲ μᾶλλον ἐπειδὴ καὶ τῷ λόγῳ δεξιῶς καὶ μετὰ φρονήσεως ὑπήντησεν Ἀλέξανδρος, ἦν οὐδʼ ἐκείνοις ἔτι ταὐτὸν σχῆμα, κλαίουσι μὲν ὅμως καὶ σὺν κατηφείᾳ πρὸς τὴν γῆν νενευκόσιν,
123 ἡ δʼ ἐλπὶς ἀμείνων ὑπεφαίνετο, καὶ δόξας ὁ βασιλεὺς ἐξ ὧν αὐτὸν ἔπειθεν εὔλογα κατηγορηκέναι διὰ τὸ μηδὲν ἔχειν ἐξελέγχειν ἀπολογίας τινὸς ἐδεῖτο.
124 Καῖσαρ δὲ μικρὸν ἐπισχὼν τοὺς μὲν νεανίσκους, εἰ καὶ πόρρω τῆς ἐπʼ αὐτοῖς διαβολῆς δοκοῦσιν, αὐτό γε τοῦτο ἁμαρτεῖν ἔφη τὸ μὴ τοιούτους αὐτοὺς παρασχεῖν τῷ πατρί, ὡς μηδὲ γενέσθαι τὸν ἐπʼ αὐτοῖς λόγον.
125 Ἡρώδην δὲ παρεκάλει πᾶσαν ὑπόνοιαν ἐκβαλόντα διαλλάττεσθαι τοῖς παισίν· οὐ γὰρ εἶναι δίκαιον οὐδὲ πιστεύειν τὰ τοιαῦτα κατὰ τῶν ἐξ αὐτοῦ. δύνασθαι δὲ τὴν μετάνοιαν ἀμφοτέροις οὐ μόνον ἰάσασθαι τὰ συμβεβηκότα, παροξῦναι δὲ τὴν εὔνοιαν, ἐν ᾧ τὸ προπετὲς ἑκάτεροι τῆς ὑποψίας ἀπολογούμενοι σπουδῇ πλείονι περὶ ἀλλήλους ἀξιώσουσι κεχρῆσθαι.
126 τοιαῦτα νουθετῶν ἔνευσε τοῖς νεανίσκοις. ἐκείνων δὲ βουλομένων ὑποπεσεῖν ἐπὶ δεήσει προαναλαβὼν αὐτοὺς ὁ πατὴρ δακρύοντας ἠσπάζετο παρʼ ἕκαστον ἐν μέρει περιπτύσσων, ὡς μηδένα τῶν παρατυγχανόντων ἐλεύθερον ἢ δοῦλον ἀπαθῆ γενέσθαι.
127 Τότε μὲν οὖν εὐχαριστήσαντες Καίσαρι μετʼ ἀλλήλων ἀπῄεσαν καὶ σὺν αὐτοῖς Ἀντίπατρος ὑποκρινόμενος ἐφήδεσθαι ταῖς διαλλαγαῖς.
128 ἐν δὲ ταῖς ὑστέραις ἡμέραις Ἡρώδης μὲν ἐδωρεῖτο Καίσαρα τριακοσίοις ταλάντοις θέας τε καὶ διανομὰς ποιούμενον τῷ Ῥωμαίων δήμῳ, Καῖσαρ δὲ αὐτῷ τοῦ μετάλλου τοῦ Κυπρίων χαλκοῦ τὴν ἡμίσειαν πρόσοδον καὶ τῆς ἡμισείας τὴν ἐπιμέλειαν ἔδωκεν καὶ τἆλλα ξενίαις καὶ καταγωγαῖς ἐτίμησεν,
129 καὶ περὶ τῆς βασιλείας αὐτῷ τὴν ἐξουσίαν ἐφῆκεν ὃν ἂν αἱρῆται τῶν παίδων διάδοχον καθιστάνειν ἢ καὶ διανέμειν μέρος ἑκάστῳ τῆς τιμῆς εἰς πάντας ἐλευσομένης. ἐκείνου δὲ ἤδη θέλοντος αὐτὸ ποιεῖν οὐκ ἐπιτρέψειν ἔφη ζῶντι μὴ καὶ τῆς βασιλείας καὶ τῶν παίδων κρατεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme