Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 16

153 φιλότιμος γὰρ ὢν καὶ τούτου τοῦ πάθους ἡττημένος ἰσχυρῶς, προήγετο μὲν εἰς μεγαλοψυχίαν, εἴ που μνήμης εἰς αὖθις ἢ κατὰ τὸ παρὸν εὐφημίας ἐλπὶς ἐμπέσοι.
154 ταῖς δὲ δαπάναις ὑπὲρ δύναμιν χρώμενος ἠναγκάζετο χαλεπὸς εἶναι τοῖς ὑποτεταγμένοις· τὰ γὰρ εἰς οὓς ἐδαπάνα πολλὰ γενόμενα κακῶν ποριστὴν ἐξ ὧν ἐλάμβανεν ἐποίει.
155 καὶ συνειδὼς ἐφʼ οἷς ἠδίκει τοὺς ὑποτεταγμένους μισούμενον ἑαυτὸν τὸ μὲν ἐπανορθοῦσθαι τὰς ἁμαρτίας οὐ ῥᾴδιον ἐνόμιζεν· οὐδὲ γὰρ εἰς τὰς προσόδους λυσιτελὲς ἦν. ἀντεφιλονείκει δὲ τὴν δύσνοιαν αὐτὴν εὐπορίας ἀφορμὴν ποιούμενος.
156 περί γε μὴν τοὺς οἰκείους, εἴ τις ἢ λόγῳ μὴ θεραπεύοι τὸ δοῦλον ἐξομολογούμενος ἢ δόξειεν εἰς τὴν ἀρχήν τι παρακινεῖν, οὐχ ἱκανὸς ἑαυτοῦ κρατεῖν ἐγίνετο καὶ διεξῆλθεν ὁμοῦ συγγενεῖς καὶ φίλους ἴσα πολεμίοις τιμωρούμενος ἐκ τοῦ μόνος ἐθέλειν τετιμῆσθαι τὰς τοιαύτας ἁμαρτίας ἀναλαμβάνων.
157 μαρτύριον δέ μοι τούτου τοῦ πάθους, ὅτι μέγιστον περὶ αὐτὸν ἦν, καὶ τὰ γινόμενα κατὰ τὰς Καίσαρος καὶ Ἀγρίππα καὶ τῶν ἄλλων φίλων τιμάς· οἷς γὰρ ἐθεράπευεν τοὺς κρείττονας, τούτοις καὶ αὐτὸς ἠξίου θεραπεύεσθαι καὶ τὸ κάλλιστον ὧν ᾤετο παρέχων ἐν τῷ διδόναι τὴν τοῦ τυχεῖν τῶν ὁμοίων ἐπιθυμίαν ἐδήλου.
158 τό γε μὴν Ἰουδαίων ἔθνος ἠλλοτρίωται νόμῳ πρὸς πάντα τὰ τοιαῦτα καὶ συνείθισται τὸ δίκαιον ἀντὶ τοῦ πρὸς δόξαν ἠγαπηκέναι. διόπερ οὐκ ἦν αὐτῷ κεχαρισμένον, ὅτι μὴ δυνατὸν εἰκόσιν ἢ ναοῖς ἢ τοιούτοις ἐπιτηδεύμασιν κολακεύειν τοῦ βασιλέως τὸ φιλότιμον.
159 αἰτία μὲν αὕτη μοι δοκεῖ τῆς Ἡρώδου περὶ μὲν τοὺς οἰκείους καὶ συμβούλους ἁμαρτίας, περὶ δὲ τοὺς ἔξω καὶ μὴ προσήκοντας εὐεργεσίας.
160 Τοὺς δὲ κατὰ τὴν Ἀσίαν Ἰουδαίους καὶ ὅσους ἡ πρὸς Κυρήνῃ Λιβύη κατέσχεν ἐκάκουν αἱ πόλεις, τῶν μὲν πρότερον βασιλέων ἰσονομίαν αὐτοῖς παρεσχημένων, ἐν δὲ τῷ τότε διʼ ἐπηρείας ἐχόντων τῶν Ἑλλήνων αὐτούς, ὡς καὶ χρημάτων ἱερῶν ἀφαίρεσιν ποιεῖσθαι καὶ καταβλάπτειν ἐν τοῖς ἐπὶ μέρους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme