Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 16

168 τούς τε κλέπτοντας ἱερὰ γράμματα τῶν Ἰουδαίων καταφεύγοντάς τε εἰς τὰς ἀσυλίας βούλομαι ἀποσπᾶσθαι καὶ παραδίδοσθαι τοῖς Ἰουδαίοις, ᾧ δικαίῳ ἀποσπῶνται οἱ ἱερόσυλοι. ἔγραψα δὲ καὶ Σιλανῷ τῷ στρατηγῷ, ἵνα σάββασιν μηδεὶς ἀναγκάζῃ Ἰουδαῖον ἐγγύας ὁμολογεῖν.
169 Μᾶρκος Ἀγρίππας Κυρηναίων ἄρχουσιν βουλῇ δήμῳ χαίρειν. οἱ ἐν Κυρήνῃ Ἰουδαῖοι, ὑπὲρ ὧν ἤδη ὁ Σεβαστὸς ἔπεμψεν πρὸς τὸν ἐν Λιβύῃ στρατηγὸν τόντε ὄντα Φλάβιον καὶ πρὸς τοὺς ἄλλους τοὺς τῆς ἐπαρχίας ἐπιμελουμένους, ἵνα ἀνεπικωλύτως ἀναπέμπηται τὰ ἱερὰ χρήματα εἰς Ἱεροσόλυμα, ὡς ἔστιν αὐτοῖς πάτριον,
170 ἐνέτυχόν μοι νῦν, ὡς ὑπό τινων συκοφαντῶν ἐπηρεαζόμενοι καὶ ὡς ἐν προφάσει τελῶν μὴ ὀφειλομένων κωλύοιντο· οἷς ἀποκαθιστάνειν κατὰ μηδένα τρόπον ἐνοχλουμένοις, καὶ εἴ τινων ἱερὰ χρήματα ἀφῄρηνται τῶν πόλεων τοὺς εἰς ταῦτα ἀποκεκριμένους καὶ ταῦτα διορθώσασθαι τοῖς ἐκεῖ Ἰουδαίοις κελεύω.
171 Γάιος Νωρβανὸς Φλάκκος ἀνθύπατος Σαρδιανῶν ἄρχουσι χαίρειν. Καῖσάρ μοι ἔγραψεν κελεύων μὴ κωλύεσθαι τοὺς Ἰουδαίους ὅσα ἂν ὦσιν κατὰ τὸ πάτριον αὐτοῖς ἔθος συναγαγόντες χρήματα ἀναπέμπειν εἰς Ἱεροσόλυμα. ἔγραψα οὖν ὑμῖν, ἵνʼ εἰδῆτε, ὅτι Καῖσαρ κἀγὼ οὕτως θέλομεν γίνεσθαι.
172 Οὐδὲν ἧττον καὶ Ἰούλιος Ἀντώνιος ἀνθύπατος ἔγραψεν Ἐφεσίων ἄρχουσιν βουλῇ δήμῳ χαίρειν. οἱ ἐν τῇ Ἀσίᾳ κατοικοῦντες Ἰουδαῖοι εἰδοῖς Φεβρουαρίοις δικαιοδοτοῦντί μοι ἐν Ἐφέσῳ ὑπέδειξαν Καίσαρα τὸν Σεβαστὸν καὶ Ἀγρίππαν συγκεχωρηκέναι αὐτοῖς χρῆσθαι τοῖς ἰδίοις νόμοις καὶ ἔθεσιν, ἀπαρχάς τε, ἃς ἕκαστος αὐτῶν ἐκ τῆς ἰδίας προαιρέσεως εὐσεβείας ἕνεκα τῆς πρὸς τὸ θεῖον ἀνακομιδῆς συμπορευομένους ποιεῖν ἀνεμποδίστως.
173 ᾔτουν τε, ὅπως κἀγὼ ὁμοίως τοῖς ὑπὸ τοῦ Σεβαστοῦ καὶ Ἀγρίππα δοθεῖσιν τὴν ἐμὴν γνώμην βεβαιώσω. ὑμᾶς οὖν βούλομαι εἰδέναι ἐν τοῖς τοῦ Σεβαστοῦ καὶ Ἀγρίππα βουλήμασιν συνεπιτρέπειν αὐτοῖς χρῆσθαι καὶ ποιεῖν κατὰ τὰ πάτρια χωρὶς ἐμποδισμοῦ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme