Book 16
183
τούτου καὶ Νικόλαος ὁ κατʼ αὐτὸν ἱστοριογράφος μέμνηται τοῦ κατασκευάσματος, οὐ μὴν ὅτι καὶ κατῆλθεν, οὐκ εὐπρεπῆ τὴν πρᾶξιν ἐπιστάμενος. διατελεῖ δὲ καὶ τἆλλα τοῦτον τὸν τρόπον χρώμενος τῇ γραφῇ·
184
ζῶντι γὰρ ἐν τῇ βασιλείᾳ καὶ σὺν αὐτῷ κεχαρισμένως ἐκείνῳ καὶ καθʼ ὑπηρεσίαν ἀνέγραφεν, μόνων ἁπτόμενος τῶν εὔκλειαν αὐτῷ φερόντων, πολλὰ δὲ καὶ τῶν ἐμφανῶς ἀδίκων ἀντικατασκευάζων καὶ μετὰ πάσης σπουδῆς ἐπικρυπτόμενος,
185
ὅς γε καὶ τὸν Μαριάμμης θάνατον καὶ τῶν παίδων αὐτῆς οὕτως ὠμῶς τῷ βασιλεῖ πεπραγμένον εἰς εὐπρέπειαν ἀνάγειν βουλόμενος ἐκείνης τε ἀσέλγειαν καὶ τῶν νεανίσκων ἐπιβουλὰς καταψεύδεται, καὶ διατετέλεκεν τῇ γραφῇ τὰ μὲν πεπραγμένα δικαίως τῷ βασιλεῖ περιττότερον ἐγκωμιάζων, ὑπὲρ δὲ τῶν παρανομηθέντων ἐσπουδασμένως ἀπολογούμενος.
186
ἐκείνῳ μὲν οὖν πολλὴν ἄν τις, ὡς ἔφην, ἔχοι τὴν συγγνώμην· οὐ γὰρ ἱστορίαν τοῖς ἄλλοις, ἀλλὰ ὑπουργίαν τῷ βασιλεῖ ταύτην ἐποιεῖτο.
187
ἡμεῖς δὲ καὶ γένους ὄντες ἀγχοῦ τῶν ἐξ Ἀσαμωναίου βασιλέων καὶ διὰ τοῦτο σὺν τιμῇ τὴν ἱερωσύνην ἔχοντες τὸ ψεύσασθαί τι περὶ αὐτῶν οὐκ εὐπρεπὲς ὑπειληφότες καθαρῶς καὶ δικαίως ἐκτίθεμεν τὰς πράξεις, πολλοὺς μὲν τῶν ἐγγόνων τῶν ἐκείνου καὶ βασιλεύοντας ἔτι διʼ ἐντροπῆς ἔχοντες, τὴν δʼ ἀλήθειαν πρὸ ἐκείνων τετιμηκότες, ἣν ὅτε δικαίως ἐγίνετο συνέβη τε παρʼ αὐτοῖς ἐκείνοις ὀργῆ τυγχάνειν.
188
Ἡρώδης δὲ διὰ τὴν ἐπιχείρησιν, ἣν ἐποιήσατο τῷ τάφῳ, χεῖρον ἐδόκει πράττειν ἐν τοῖς κατὰ τὴν οἰκίαν, εἴτε δὴ τοῦ μηνίματος ἐπιδόντος εἰς ἃ μάλιστα καὶ πρότερον ἐνόσει πλείω γενέσθαι πρὸς ἀνηκέστους ἐξελθεῖν συμφοράς, εἴτε καὶ τῆς τύχης ἐν ἐκείνῳ τὴν ἐπίθεσιν ποιουμένης ἐν οἷς τὸ κατὰ τὴν αἰτίαν εὔκαιρον οὐ μικρὰν πίστιν παρεῖχεν τοῦ διὰ τὴν ἀσέβειαν αὐτῷ τὰς συμφορὰς ἀπηντηκέναι.
189
στάσις γὰρ ἦν ὥσπερ ἐμφυλίου πολέμου κατὰ τὴν αὐλὴν καὶ μίση πρὸς ἀλλήλους ἀνθυπερβαλλομένων ταῖς διαβολαῖς.