Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 16

9 τὴν αὐτὴν οὖν ταύτην ὑπόθεσιν τοῦ δέους εἰς τὴν κατʼ ἐκείνων διαβολὴν μετέφερον λογοποιοῦντες οὐ καθʼ ἡδονὰς συνεῖναι τῷ πατρὶ διὰ τὸν τῆς μητρὸς θάνατον, ὡς μηδὲ ὅσιον εἶναι δοκεῖν ἐπὶ ταὐτὸν συνιέναι τῷ τῆς τεκούσης φονεῖ·
10 ταῦτα γὰρ ἀπὸ τῆς ἀληθείας ἐπὶ τὸ πιθανὸν τῆς αἰτίας φέροντες κακοῦν ἐδύναντο καὶ τῆς εὐνοίας ἧς εἶχεν εἰς τοὺς παῖδας ἀφαιρεῖν· οὐδὲ γὰρ πρὸς αὐτὸν ἄντικρυς ἔλεγον, ἀλλʼ εἰς τὸ λοιπὸν πλῆθος ἐσκόρπιζον τοὺς τοιούτους λόγους· ἐξ οὗ πρὸς τὸν Ἡρώδην ἀναφερομένων ὑποκατεσκευάζετο μῖσος οὐδʼ αὐτῇ τῇ φύσει χρόνῳ νικώμενον.
11 ἐν μέντοι τῷ τότε πάσης ὑποψίας καὶ διαβολῆς μείζονι χρώμενος ὁ βασιλεὺς τῇ τοῦ γεγεννηκέναι φιλοστοργίᾳ καὶ τιμῆς ἧς ἔδει μετεδίδου καὶ γυναῖκας ἐν ἡλικίᾳ γεγονόσιν ἐζεύγνυεν, Ἀριστοβούλῳ μὲν τὴν Σαλώμης θυγατέρα Βερενίκην, Ἀλεξάνδρῳ δὲ τὴν Ἀρχελάου τοῦ Καππαδόκων βασιλέως Γλαφύραν.
12 Ταῦτα διοικήσας, ἐπειδὴ καὶ Μᾶρκον Ἀγρίππαν ἐπύθετο καταπεπλευκέναι πάλιν ἐκ τῆς Ἰταλίας εἰς τὴν Ἀσίαν, ἐπειχθεὶς πρὸς αὐτὸν ἠξίωσεν εἴς τε τὴν βασιλείαν αὐτοῦ παρελθεῖν καὶ τυχεῖν ὧν ἔδει παρὰ ἀνδρὸς ξένου καὶ φίλου.
13 κἀκεῖνος μὲν εἴξας λιπαρῶς ἐγκειμένου ἧκεν εἰς τὴν Ἰουδαίαν, Ἡρώδης δὲ οὐδὲν ἀρεσκείας ἀπέλιπεν ἔν τε ταῖς νεοκτίστοις πόλεσιν ὑποδεχόμενος αὐτὸν καὶ μετὰ τοῦ τὰς κατασκευὰς ἐπιδεικνύναι πᾶσαν ἀπόλαυσιν διαίτης καὶ πολυτελείας ἐξαλλάττων αὐτῷ καὶ τοῖς φίλοις ἔν τε τῇ Σεβαστῇ καὶ Καισαρείᾳ περὶ τὸν λιμένα τὸν ὑπʼ αὐτοῦ κατεσκευασμένον κἀν τοῖς ἐρύμασιν, ἃ πολλαῖς δαπάναις ἐξῳκοδόμησεν, τό τε Ἀλεξάνδρειον καὶ Ἡρώδειον καὶ τὴν Ὑρκανίαν.
14 ἦγεν δὲ καὶ εἰς τὴν πόλιν τῶν Ἱεροσολυμιτῶν ὑπαντῶντός τε τοῦ δήμου παντὸς ἐν ἑορτώδει στολῇ καὶ δεχομένου τὸν ἄνδρα σὺν εὐφημίαις. Ἀγρίππας δὲ τῷ θεῷ μὲν ἑκατόμβην κατέθυσεν, ἑστιᾷ δὲ τὸν δῆμον οὐδενὸς τῶν μεγίστων πλήθει λειπόμενον.
15 αὐτὸς δὲ ὅσον ἐπὶ τῷ καθʼ ἡδονὴν κἂν ἔτι πλείους ἐπιμείνας ἡμέρας διὰ τὸν καιρὸν ἠπείγετο· τὸν γὰρ πλοῦν ἐπιβαίνοντος τοῦ χειμῶνος οὐκ ἐνόμιζεν ἀσφαλῆ κομιζομένῳ πάλιν ἐξ ἀνάγκης εἰς τὴν Ἰωνίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme