Book 16
290
τῶν δὲ τοῦτο μὲν αὐτὸ λέγειν ἀνάγκην ἐχόντων, τὸ δὲ ἐφʼ ὅτῳ καὶ πῶς οὐκ ἀκούοντος, ὀργή τε μείζων ἐγίνετο τῷ Καίσαρι καὶ γράφει πρὸς τὸν Ἡρώδην τά τε ἄλλα χαλεπῶς καὶ τοῦτο τῆς ἐπιστολῆς τὸ κεφάλαιον, ὅτι πάλαι χρώμενος αὐτῷ φίλῳ νῦν ὑπηκόῳ χρήσεται.
291
γράφει δὲ καὶ Σύλλαιος ὑπὲρ τούτων τοῖς Ἄραψιν. οἱ δʼ ἐπαρθέντες οὔτε τῶν λῃστῶν ὅσοι διέφυγον ἐξεδίδοσαν οὔτε τὰ χρήματα διευλύτουν, νομάς τε ἃς ἐκείνου μισθωσάμενοι διακατεῖχον ἀμισθὶ ταύταις ἐχρῶντο, τεταπεινωμένου τοῦ τῶν Ἰουδαίων βασιλέως διὰ τὴν ὀργὴν τοῦ Καίσαρος.
292
ἐπιτίθενται δὲ τῷ καιρῷ καὶ οἱ τὴν Τραχωνῖτιν ἔχοντες τῆς τῶν Ἰδουμαίων φρουρᾶς κατεξαναστάντες καὶ λῃστηρίοις χρώμενοι μετὰ τῶν Ἀράβων, οἳ ἐλεηλάτουν τὴν ἐκείνων χώραν οὐκ ἀπὸ ὠφελείας μόνον, ἀλλὰ καὶ μνησικακίας χαλεπώτεροι τὰς ἀδικίας ὄντες.
293
Ἡρώδης δὲ ταῦτα πάντα φέρων ἠνείχετο μεταβεβληκυίας αὐτῷ τῆς παρρησίας, ἣν εἶχε διὰ Καίσαρα, καὶ τὸ μεῖζον ἀφῄρητο τοῦ φρονήματος· οὐδὲ γὰρ πέμψαντος αὐτοῦ πρεσβείαν ἀπολογησομένην ὁ Καῖσαρ ἠνέσχετο, πάλιν δὲ τοὺς συνελθόντας ἀπράκτους ἀνέπεμψεν.
294
ἦν δʼ οὖν ἐπὶ τούτοις ἀθυμία καὶ δέος, ὅ τε Σύλλαιος οὐ μετρίως ἐλύπει πιστευθείς τε καὶ παρὼν ἐν τῇ Ῥώμῃ, τότε δὲ καὶ μειζόνων ἁπτόμενος· ὁ μὲν γὰρ Ὀβόδας ἐτεθνήκει, παραλαμβάνει δὲ τὴν τῶν Ἀράβων ἀρχὴν Αἰνείας ὁ μετονομασθεὶς αὖθις Ἀρέτας.
295
τοῦτον γὰρ ἐπεχείρει διαβολαῖς παρωσάμενος αὐτὸς ἀναλαμβάνειν τὴν ἀρχήν, χρήματα μὲν πολλὰ διδοὺς τοῖς περὶ τὴν αὐλήν, πολλὰ δὲ Καίσαρι δώσειν ὑπισχνούμενος. ὁ δὲ τῷ μὴ τὸν Ἀρέταν ἐπιστείλαντα πρότερον αὐτῷ βασιλεύειν ὠργίζετο.
296
πέμπει δὲ κἀκεῖνος ἐπιστολὴν καὶ δῶρα τῷ Καίσαρι στέφανόν τε χρυσοῦν ἀπὸ πολλῶν ταλάντων· ἡ δὲ ἐπιστολὴ κατηγόρει Σύλλαιον ὄντα πονηρὸν δοῦλον Ὀβόδαν τε φαρμάκοις διαφθεῖραι καὶ ζῶντος ἔτι κρατεῖν αὐτὸν τάς τε τῶν Ἀράβων μοιχεύοντα καὶ χρήματα δανειζόμενον, ὥστʼ ἐξιδιώσασθαι τὴν ἀρχήν.
297
προσέσχεν δὲ οὐδὲ τούτοις ὁ Καῖσαρ, ἀλλʼ ἀποπέμπει μηδὲν τῶν δώρων λαβών. τὰ δὲ περὶ τὴν Ἰουδαίαν καὶ Ἀραβίαν ἀεὶ καὶ μᾶλλον ἐπεδίδου τὰ μὲν εἰς ἀταξίαν τὰ δʼ ὡς καταφθειρομένων μηδένα προεστάναι·