Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 16

298 τῶν γὰρ βασιλέων ὁ μὲν οὐδέπω τὴν ἀρχὴν βεβαίαν ἔχων οὐχ ἱκανὸς ἦν κωλύειν τοὺς ἀδικοῦντας, Ἡρώδης δὲ ἐφʼ οἷς ἠμύνατο τάχιον ὀργισθέντος αὐτῷ Καίσαρος ἁπάσας τὰς εἰς αὐτὸν παρανομίας φέρειν ἠναγκάζετο.
299 πέρας δʼ οὐδὲν ὁρῶν τῶν περιεστώτων κακῶν ἔγνω πάλιν εἰς Ῥώμην ἀποστέλλειν, εἴ τι δύναιτο μετριώτερον εὑρεῖν διά τε τῶν φίλων καὶ πρὸς αὐτὸν Καίσαρα τὴν ἐντυχίαν ποιησάμενος. κἀκεῖ μὲν ὁ Δαμασκηνὸς ἀπῄει Νικόλαος.
300 Ἐξετετάρακτο δὲ τὰ περὶ τὴν οἰκίαν καὶ τοὺς παῖδας αὐτῷ πολὺ χεῖρον ἐσχηκότα περὶ τὸν καιρὸν ἐκεῖνον. ὅλως μὲν γὰρ οὐδὲ τὸν ἔμπροσθε χρόνον ἀσύνοπτον ἦν, ὡς τὸ μέγιστον καὶ δυσχερέστατον τῶν ἀνθρωπίνων παθῶν ἀπειλεῖται τῇ βασιλείᾳ διὰ τῆς τύχης, ἐπέβαινεν δὲ καὶ μᾶλλον ηὐξήθη τότε παρὰ τοιαύτην αἰτίαν.
301 Εὐρυκλῆς ἀπὸ Λακεδαίμονος οὐκ ἄσημος τῶν ἐκεῖ κακὸς δὲ τὴν ψυχὴν ἄνθρωπος καὶ περὶ τρυφὴν καὶ κολακείαν δεινὸς ἑκάτερον αὐτῶν ἔχειν τε καὶ μὴ δοκεῖν, ἐπιδημήσας ὡς τὸν Ἡρώδην δῶρά τε δίδωσιν αὐτῷ καὶ πλείω παρʼ ἐκείνου λαβὼν ταῖς εὐκαιρίαις τῶν ἐντεύξεων ἐπραγματεύσατο φίλος ἐν τοῖς μάλιστα γενέσθαι βασιλέως.
302 ἦν δʼ αὐτῷ καταγωγὴ μὲν ἐν τοῖς Ἀντιπάτρου, πρόσοδος δὲ καὶ συνήθεια πρὸς τὸν Ἀλέξανδρον· Ἀρχελάῳ γὰρ ἔλεγεν εἶναι τῷ Καππάδοκι διὰ σπουδῆς.
303 ὅθεν καὶ τὴν Γλαφύραν ὑπεκρίνατο τιμᾶν, καὶ πολὺς ἦν ἀφανῶς μὲν ἐκθεραπεύων ἅπαντας ἀεὶ δὲ τοῖς λαλουμένοις ἢ γινομένοις προσέχων, ὡς ἐξ αὐτῶν ἀντιχαρίζεσθαι τὰς διαβολάς.
304 τέλος δὲ τοιοῦτος ἑκάστῳ κατὰ τὰς συντυχίας ἀπέβαινεν, ὡς ἐκείνῳ μὲν εἶναι φίλος τοῖς δὲ ἄλλοις δοκεῖν κατὰ τὸ συμφέρον ἐκείνῳ προσεῖναι. οὗτος Ἀλέξανδρον παράγει νέον ὄντα καὶ περὶ ὧν ἐπεπόνθει μηδενὶ μὲν πρὸς ἐκεῖνον δὲ μόνον ἀδεῶς πεπεισμένον ἐξεῖναι λέγειν·
305 ἐνέφαινεν οὖν ἀχθόμενος, ὡς ὁ πατὴρ ἠλλοτρίωτο, καὶ τὰ περὶ τὴν μητέρα διηγεῖτο καὶ τὸν Ἀντίπατρον, ὅτι παρωθούμενος αὐτοὺς τῆς τιμῆς τὰ πάντα ἤδη δύναται. τούτων δὲ ἀνεκτὸν οὐδὲν ἔφη κατεσκευασμένου πρὸς μῖσος ἤδη τοῦ πατρός, ὡς μηδὲ συμποσίοις ἢ συλλόγοις ἀνέχεσθαι λέγων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme