Book 16
315
εὐθὺς οὖν καὶ τούτους ὁ βασιλεὺς ἐν ὑποψίαις ἔχων ἐβασάνιζεν, οἱ δὲ διακαρτερήσαντες πολὺν χρόνον ὕστερον ἔλεγον, ὅτι πείθοι φονεύειν αὐτοὺς Ἡρώδην Ἀλέξανδρος, ἐπεὶ περὶ κυνηγέσιον θηρίων διώκων προλάβοι· δυνατὸν γὰρ εἶναι λέγειν ὡς ἀπὸ τοῦ ἵππου κατενεχθεὶς ἐμπαρείη ταῖς αὐτοῦ λόγχαις·
316
καὶ γὰρ πρότερον αὐτῷ τοιοῦτον γενέσθαι πάθος. ἐπέδειξαν δὲ καὶ τὸ χρυσίον ἐν ἱππῶνι κατορωρυγμένον καὶ τὸν ἀρχικύνηγον ἐξήλεγχον, ὅτι καὶ λόγχας αὐτοῖς δοίη βασιλικὰς καὶ τοῖς Ἀλέξανδρον θεραπεύουσιν ὅπλα κελεύοντος ἐκείνου.
317
Μετὰ τούτους ὁ φρούραρχος Ἀλεξανδρείου συλληφθεὶς ἐβασανίζετο· καὶ γὰρ ἐκεῖνος αἰτίαν εἶχεν δέξεσθαι τῇ φρουρᾷ καὶ παρέξειν χρήματα τοῖς νεανίσκοις ὑπεσχῆσθαι τὰ κείμενα τῶν βασιλικῶν κατʼ ἐκεῖνο τὸ φρούριον.
318
αὐτὸς μὲν οὖν οὐδὲν ὡμολόγησεν, υἱὸς δὲ αὐτοῦ παρελθὼν ταῦτʼ ἔφη γενέσθαι, καὶ γράμματα ἐπέδωκεν ὡς εἰκάσαι τῆς Ἀλεξάνδρου χειρός· τελέσαντες σὺν θεῷ εἰπεῖν ἃ προεθέμεθα πάντα ἥξομεν πρὸς ὑμᾶς· ἀλλὰ πειράθητε, καθὼς ὑπέσχησθε, δέξασθαι ἡμᾶς τῷ φρουρίῳ.
319
μετὰ τοῦτο τὸ γραμματεῖον ὁ μὲν Ἡρώδης οὐκ ἐνδοιασίμως εἶχεν περὶ τῆς τῶν παίδων εἰς αὐτὸν ἐπιβουλῆς, Ἀλέξανδρος δὲ Διόφαντον ἔφη τὸν γραμματέα μιμήσασθαι τὸν τύπον καὶ διʼ Ἀντιπάτρου κακουργηθῆναι τὸ γραμματίδιον· ὁ γάρ τοι Διόφαντος ἐδόκει τὰ τοιαῦτα δεινὸς ἐν ὑστέρῳ τε διελεγχθεὶς ἐπʼ ἄλλοις οὕτως ἀπέθανεν.
320
Τοὺς δὲ βασανισθέντας ὁ βασιλεὺς καὶ εἰς τὸ πλῆθος προήγαγεν ἐν Ἱεριχοῦντι κατηγοροῦντας τῶν παίδων· καὶ τούτους μὲν ἐκ χειρὸς οἱ πολλοὶ βάλλοντες ἀπέκτειναν.
321
ὡρμημένων δὲ καὶ τοὺς περὶ τὸν Ἀλέξανδρον ὁμοίως κτεῖναι, τοῦτο μὲν ὁ βασιλεὺς παρῃτήσατο διὰ Πτολεμαίου καὶ Φερώρα τὸ πλῆθος ἀναστείλας, ἦν δὲ φυλακὴ καὶ τήρησις αὐτῶν καὶ προσῄει μὲν οὐδείς, πάντα δʼ ἐπεσκοπεῖτο τὰ γινόμενα καὶ λαλούμενα, καὶ τί γὰρ ἢ καταδίκων εἶχον ἀδοξίαν καὶ δέος.
322
ἕτερος δʼ αὐτῶν Ἀριστόβουλος ἐκ βαρυθυμίας ὑπαγόμενος καὶ τὴν ἑαυτοῦ τηθίδα καὶ πενθερὰν συναλγεῖν αὐτῷ ταῖς συμφοραῖς καὶ μισεῖν τὸν τοιαῦτα πειθόμενον οὐ γάρ, ἔφη, καὶ σοὶ κίνδυνος ἀπωλείας διαβεβλημένῃ Συλλαίῳ κατʼ ἐλπίδα γάμων ἅπαντα τἀνθάδε προμηνύειν;