Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 16

323 τούτους ἐκείνη ταχὺ μάλα τἀδελφῷ προσφέρει τοὺς λόγους. ὁ δʼ οὐκέτι κατασχὼν αὑτὸν δῆσαί τε κελεύει καὶ διαστήσαντας ἀπʼ ἀλλήλων ὅσα κακῶς ἐποίησαν ἐπὶ τῷ πατρὶ ταῦτα γραψαμένους ἀποφέρειν.
324 οἱ δʼ ἐπεὶ τοῦτο προσετέτακτο αὐτοῖς, ἐγγράφουσιν ἐπιβουλὴν μὲν οὔτε νοῆσαι κατὰ τοῦ γεγεννηκότος οὔτε συσκευάσασθαι, δρασμῷ δὲ ἐπιβαλέσθαι καὶ τοῦτο διʼ ἀνάγκην ὑπόπτου καὶ δυσχεροῦς ὄντος αὐτοῖς τοῦ βίου.
325 Κατὰ δὲ τὸν χρόνον ἥκοντος ἐκ Καππαδοκίας πρεσβευτοῦ παρὰ Ἀρχελάου Μήλα τινός, ὃς ἦν δυνάστης τῶν ἐκείνου, βουλόμενος Ἡρώδης ἐνδείξασθαι τὴν δύσνοιαν Ἀρχελάου πρὸς αὐτὸν ἐκάλει τὸν Ἀλέξανδρον ὡς ἦν ἐν τοῖς δεσμοῖς καὶ πάλιν ἠρώτα περὶ τῆς φυγῆς, ὅπου καὶ πῶς ἐγνώκασιν ἀποχωρεῖν.
326 ὁ δὲ Ἀλέξανδρος πρὸς Ἀρχέλαον ἔφη κἀκεῖθεν εἰς Ῥώμην ὁμολογήσαντα διαπέμψειν· ἄλλο δʼ οὐδὲν οὔτʼ ἄτοπον οὔτε δυσχερὲς ἐντεθυμῆσθαι κατὰ τοῦ πατρὸς οὐδʼ ὅσα συνεσκεύασται κακοηθείᾳ τῶν ἐναντίων ἀληθὲς εἶναί τι τούτων.
327 βούλεσθαι δʼ ἂν ἔτι ζῆν καὶ τοὺς περὶ Τύραννον εἰς ἐξέτασιν ἀσφαλεστέραν, ἀλλὰ καὶ τούτους ἀπολέσθαι θᾶττον Ἀντιπάτρου τῷ πλήθει τοὺς ἰδίους ἐγκαθιστάντος φίλους.
328 Τοιαῦτα λέγοντος ἐκέλευσεν ἅμα τόν τε Μήλαν καὶ τὸν Ἀλέξανδρον ἄγειν ὡς Γλαφύραν τὴν Ἀρχελάου καὶ πυνθάνεσθαι παρʼ αὐτῆς, εἰ μηδὲν ἠγνόει τῶν εἰς ἐπιβουλὴν Ἡρώδου γιγνομένων.
329 ὡς δὲ ἧκον, εὐθὺς μὲν Γλαφύρα δεσμώτην ἰδοῦσα τὸν Ἀλέξανδρον ἔπληξε τὴν κεφαλὴν καὶ καταπληξαμένη μέγα καὶ συμπαθὲς ἀνῴμωξεν. ἦν δὲ καὶ τοῦ νεανίσκου δάκρυα καὶ τῶν παρόντων ὀδυνηρά τις θέα, μέχρι πλείονος οὐδὲ ἐφʼ οἷς ἧκον εἰπεῖν ἢ πράττειν δυναμένων.
330 ὀψὲ δὲ τοῦ Πτολεμαίου, τούτῳ γὰρ ἄγειν αὐτὸν ἐπετέτακτο, φράζειν κελεύοντος εἴ τι τῶν πραττομένων ἡ γυνὴ σύνοιδεν αὐτῷ,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme