Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 16

331 τί δʼ οὐκ ἄν, ἔφη, συνέγνω τῆς ψυχῆς ἐμοὶ στεργομένη πλέον καὶ κοινωνοῦσα τέκνων; ἡ δὲ πρὸς ταῦτα μὲν ἀνεβόησεν, ὡς συνειδείη μὲν οὐδὲν ἄτοπον, εἰ δὲ φέροι πρὸς τὴν σωτηρίαν τὴν ἐκείνου τὸ καὶ καθʼ αὑτῆς τι ψεύσασθαι, πάνθʼ ὁμολογεῖν. ὁ δὲ Ἀλέξανδρος ἀσεβὲς μὲν οὐδέν, εἶπεν, οὐδʼ ὧν ὑπονοοῦσιν οὓς ἥκιστα ἐχρῆν οὔτʼ αὐτὸς ἐνόησα σύ τε οὐδὲν οἶσθα, ἀλλʼ ὅτι παρʼ Ἀρχέλαον ἀποχωρεῖν ἐγνώκειμεν κἀκεῖθεν εἰς Ῥώμην.
332 ταῦτʼ ἐκείνης ὁμολογούσης ὁ μὲν Ἡρώδης Ἀρχέλαον ἐξεληλέγχθαι τῆς πρὸς αὐτὸν δυσνοίας ὑπολαβὼν δίδωσιν Ὀλύμπῳ καὶ Οὐολομνίῳ γράμματα κελεύσας ἐν παράπλῳ μὲν Ἐλαιούσῃ τῆς Κιλικίας προσσχόντας Ἀρχελάῳ τε περὶ τούτων ἀποδοῦναι καὶ μεμψαμένους ὅτι τῆς ἐπιβουλῆς ἐφάψαιτο τοῖς παισὶν ἐκεῖθεν εἰς Ῥώμην πλεῖν.
333 κἂν εὕρωσιν ἀνύσαντά τι Νικόλαον, ὡς μηκέτʼ αὐτῷ δυσχεραίνειν Καίσαρα, διδόναι τὰς ἐπιστολὰς καὶ τοὺς ἐλέγχους τοὺς κατὰ τῶν νεανίσκων συνεσκευασμένως ἐπέστειλεν.
334 Ἀρχέλαος μὲν οὖν ἀπελογεῖτο δέξασθαι μὲν τοὺς νεανίσκους ὁμολογήσας διὰ τὸ συμφέρειν αὐτοῖς τε ἐκείνοις καὶ τῷ πατρὶ μὴ χαλεπώτερόν τι προστεθῆναι κατʼ ὀργὴν ὧν ὑπόπτως ἔχοντες ἐστασίαζον· οὐ μὴν καὶ πρὸς Καίσαρα πέμψειν οὐδʼ ἄλλο τι κατὰ δύσνοιαν τὴν πρὸς ἐκεῖνον ὁμολογῆσαι τοῖς νεανίσκοις.
335 Εἰς δὲ τὴν Ῥώμην ἀποκομισθέντες ἔσχον καιρὸν ἐπιδοῦναι τὰ γράμματα τῷ Καίσαρα διηλλαγμένον εὑρεῖν Ἡρώδῃ· τὰ γὰρ περὶ τὴν Νικολάου πρεσβείαν ἀπέβη τοῦτον τὸν τρόπον·
336 ὡς ἀνῆλθεν εἰς τὴν Ῥώμην καὶ περὶ τὴν αὐλὴν ἐγένετο, πρῶτον μὲν οὐκ ἐφʼ οἷς ἐληλύθει μόνον ἀλλὰ καὶ Συλλαίου κατηγορεῖν ἠξίου, καὶ δῆλοι πρὸ τῆς ἐντυχίας ἦσαν ἀλλήλους πολεμοῦντες.
337 οἱ δὲ Ἄραβες ὑπονοήσαντες ἐξ αὐτοῦ καὶ τῷ Νικολάῳ προσελθόντες τὰς ἀδικίας ἁπάσας ἐμήνυον καὶ τῶν Ὀβόδου ὡς διαφθαρέντων πάντων ἐμφανῆ τεκμήρια παρέχοντες, ἦν γὰρ καὶ τῶν γραμμάτων αὐτοῦ ὃ κατὰ τὴν ἀπόστασιν ὑφῃρημένοι διὰ τούτων ἤλεγχον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme