Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 16

338 ὁ δὲ Νικόλαος εὐτυχίαν τινὰ ταύτην ὁρῶν αὐτῷ προσγεγενημένην διʼ αὐτῆς ἐπραγματεύετο τὸ μέλλον, ἐπείγων εἰς διαλλαγὰς ἐλθεῖν Ἡρώδῃ Καίσαρα· σαφῶς γὰρ ἠπίστατο βουλομένῳ μὲν ἀπολογεῖσθαι περὶ ὧν ἔπραξεν οὐκ ἔσεσθαι παρρησίαν, ἐθέλοντι δὲ κατηγορεῖν Συλλαίου γενήσεσθαι καιρὸν ὑπὲρ Ἡρώδου λέγειν.
339 συνεστώτων οὖν ἐπʼ ἀλλήλους καὶ δοθείσης ἡμέρας ὁ Νικόλαος παρόντων αὐτῷ τῶν Ἀρέτα πρέσβεων τά τε ἄλλα κατηγόρει τοῦ Συλλαίου, τήν τε τοῦ βασιλέως ἀπώλειαν λέγων καὶ πολλῶν Ἀράβων,
340 χρήματά τε ὡς εἴη δεδανεισμένος ἐπʼ οὐδὲν ὑγιές, καὶ μοιχείας ἐξελέγχων οὐ τῶν ἐν Ἀραβίᾳ μόνον ἀλλὰ καὶ τῶν ἐν Ῥώμῃ γυναικῶν· προσετίθει δὲ τὸ μέγιστον, ὡς ἐξαπατήσειεν Καίσαρα μηδὲν ἀληθὲς διδάξας ὑπὲρ τῶν Ἡρώδῃ πεπραγμένων.
341 ὡς δʼ ἧκεν ἐπὶ τοῦτον τὸν τόπον, ὁ μὲν Καῖσαρ ἐξεῖργεν αὐτὸν τοῦτο μόνον ἀξιῶν ὑπὲρ Ἡρώδου λέγειν, εἰ μὴ στρατιὰν ἤγαγεν εἰς Ἀραβίαν μηδὲ δισχιλίους πεντακοσίους ἀποκτείνειεν τῶν ἐκεῖ μηδʼ αἰχμαλώτους λάβοι τὴν χώραν διαρπάσας.
342 πρὸς ταῦτα ὁ Νικόλαος ὑπὲρ τούτων ἔφη καὶ μάλιστα διδάξειν, ὅτι μηδὲν ἢ τὰ πλεῖστά γε αὐτῶν οὐ γέγονεν, ὡς σὺ ἀκήκοας καὶ δίκαιον ἦν ἐπʼ αὐτοῖς χαλεπώτερον φέρειν.
343 πρὸς δὲ τὸ παράδοξον Καίσαρος ἐνδόντος αὑτὸν ἀκροατήν, τὸ δάνειον εἰπὼν τῶν πεντακοσίων ταλάντων καὶ τὴν συγγραφήν, ἐν ᾗ καὶ τοῦτο ἦν προσγεγραμμένον ἐξεῖναι τῆς προθεσμίας παρελθούσης ῥύσια λαμβάνειν ἐξ ἁπάσης τῆς χώρας, τὴν μὲν στρατείαν οὐ στρατείαν ἔλεγεν, ἀλλʼ ἐπὶ δικαίαν τῶν ἰδίων ἀπαίτησιν χρημάτων·
344 καὶ μηδὲ ταύτην ταχὺ μηδʼ ὡς ἐπέτρεπον αἱ συγγραφαί, πολλάκις μὲν ἐπὶ Σατορνῖνον ἐλθόντα καὶ Οὐολόμνιον τοὺς τῆς Συρίας ἡγεμόνας, τελευταῖον δὲ ἐν Βηρυτῷ τούτων ἐναντίον Συλλαίου τὴν σὴν τύχην ἐπομόσαντος, ἦ μὴν ἐντὸς ἡμερῶν τριάκοντα παρέξειν τὰ χρήματα καὶ τοὺς ἐκ τῆς ἀρχῆς τῆς Ἡρώδου πεφευγότας.
345 ὧν οὐδὲν ποιήσαντος Συλλαίου πάλιν ἐπὶ τοὺς ἡγεμόνας ἐλθεῖν Ἡρώδην κἀκείνων ἐφέντων αὐτῷ λαμβάνειν τὰ ῥύσια μόγις οὕτως ἐξελθεῖν σὺν τοῖς περὶ αὐτόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme