Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 16

368 καὶ πρῶτον μὲν Σατορνῖνος ἀνὴρ ὑπατικὸς καὶ τῶν ἐπʼ ἀξιώματος ἀπεφήνατο γνώμην ἀηδεστάτῃ περιστάσει χρώμενος· ἔφη γὰρ καταδικάζειν μὲν τῶν Ἡρώδου παίδων, κτείνειν δʼ οὐκ οἴεσθαι δικαιοῦν αὐτὸς παῖδας ἔχων καὶ τοῦ πάθους μείζονος ὄντος, εἰ καὶ πάντα διʼ αὐτοὺς δεδυστύχηκεν.
369 μετʼ ἐκεῖνον οἱ Σατορνίνου παῖδες, εἵποντο γὰρ αὐτῷ πρεσβευταὶ τρεῖς ὄντες, τὴν αὐτὴν γνώμην ἀπεφήναντο, Οὐολόμνιος δὲ ἄντικρυς ἔφη κολάζειν θανάτῳ τοὺς οὕτως ἀσεβήσαντας εἰς τὸν πατέρα. τὰ δʼ αὐτὰ καὶ τῶν ἑξῆς οἱ πλείους, ὥστε καὶ μηκέτι ἄλλο τι δοκεῖν ἢ καταδεδικάσθαι τὴν ἐπὶ θανάτῳ τοὺς νεανίσκους.
370 κἀκεῖθεν μὲν εὐθὺς Ἡρώδης ἧκεν ἄγων αὐτοὺς εἰς Τύρον, καὶ τοῦ τε Νικολάου πλεύσαντος ὡς αὐτὸν ἐκ τῆς Ῥώμης ἐπυνθάνετο προδιηγησάμενος τὰ ἐν Βηρυτῷ, ἥντινʼ ἔχοιεν γνώμην περὶ τῶν παίδων αὐτοῦ καὶ οἱ ἐν Ῥώμῃ αὐτοῦ φίλοι,
371 κἀκεῖνος εἶπεν, ὅτι δοκεῖ μὲν ἀσεβῆ εἶναι τὰ ἐκείνοις περὶ σὲ ἐγνωσμένα, χρῆναι μέντοι αὐτοὺς καθείρξαντα δεσμώτας φυλάττειν,
372 καὶ εἰ μὲν ἑτέρως σοι δοκοίη κολάζειν αὐτούς, μὴ φαίνοιο ὀργῇ τὸ πλεῖον ἢ γνώμῃ κεχρῆσθαι, εἰ δὲ τἀναντία ἀπολύειν, μὴ ἀνεπανόρθωτον εἴη σοι τὸ ἀτύχημα. ταῦτα δοκεῖ καὶ ἐν Ῥώμη τοῖς πλείστοις τῶν σῶν φίλων. καὶ ὃς σιωπήσας ἐν πολλῇ ἐγένετο συννοίᾳ κἀκεῖνον ἐκέλευσεν συμπλεῖν αὐτῷ.
373 Ὡς δʼ ἦλθεν εἰς Καισάρειαν γίνεται λόγος οὖν ἦν εὐθὺς ἅπασιν τῶν παίδων καὶ μετέωρος ἡ βασιλεία, ποῖ ποτε χωρήσειεν τὰ κατʼ αὐτοὺς ἐκδεχομένων·
374 δεινὸν γὰρ ὑπῄει πάντας δέος ἐκ παλαιοῦ καταστασιαζομένους εἰς αὐτὸ τὸ πέρας ἐλθεῖν, καὶ τοῖς μὲν πάθεσιν ἐδυσχέραινον, οὐκ ἦν δʼ οὔτε εἰπεῖν τι προπετὲς οὔτʼ ἄλλου λέγοντος ἀκούειν ἀκίνδυνον, ἀλλʼ ἐγκεκλεισμένοι τὸν ἔλεον ὀδυνηρῶς μὲν ἀναύδως δὲ τὴν ὑπερβολὴν τοῦ πάθους ἔφερον.
375 εἷς δὲ αὐτῶν πάλαι στρατιώτης ὄνομα Τίρων, υἱοῦ αὐτῷ καθʼ ἡλικίαν ὄντος Ἀλεξάνδρῳ φίλου, πάνθʼ ὅσα καὶ τοῖς ἄλλοις ὑποδυόμενα διʼ ἡσυχίας ἦν, αὐτὸς ὑπʼ ἐλευθεριότητος ἐξελάλει καὶ βοᾶν ἠναγκάζετο πολλάκις ἐν τοῖς πλήθεσιν ἀπαρακαλύπτως λέγων,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme