Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 16

42 τὸ γὰρ θεῖον, εἰ χαίρει τιμώμενον, χαίρει τοῖς ἐπιτρέπουσι τιμᾶν, ἐθῶν τε τῶν ἡμετέρων ἀπάνθρωπον μὲν οὐδέν ἐστιν, εὐσεβῆ δὲ πάντα καὶ τῇ συνήθει δικαιοσύνῃ συγκαθωσιωμένα.
43 καὶ οὔτε ἀποκρυπτόμεθα τὰ παραγγέλματα, οἷς χρώμεθα πρὸς τὸν βίον ὑπομνήμασιν τῆς εὐσεβείας καὶ τῶν ἀνθρωπίνων ἐπιτηδευμάτων, τήν τε ἑβδόμην τῶν ἡμερῶν ἀνίεμεν τῇ μαθήσει τῶν ἡμετέρων ἐθῶν καὶ νόμου, μελέτην ὥσπερ ἄλλου τινὸς καὶ τούτων ἀξιοῦντες εἶναι διʼ ὧν οὐχ ἁμαρτησόμεθα.
44 καλὰ μὲν οὖν, ἐὰν ἐξετάζῃ τις καὶ καθʼ αὑτὰ τὰ ἔθη, παλαιὰ δʼ ἡμῖν, κἂν μή τισιν δοκῇ, ὥστʼ αὐτῶν καὶ τὸ τοῦ χρόνου τιμητὸν δυσαποδίδακτον εἶναι τοῖς ὁσίως παρειληφόσιν καὶ διαφυλάττουσιν.
45 τούτων ἡμᾶς ἀφαιροῦνται κατʼ ἐπήρειαν, χρήματα μὲν ἃ τῷ θεῷ συμφέρομεν ἐπώνυμα διαφθείροντες καὶ φανερῶς ἱεροσυλοῦντες, τέλη δʼ ἐπιτιθέντες κἀν ταῖς ἑορταῖς ἄγοντες ἐπὶ δικαστήρια καὶ πραγματείας ἄλλας, οὐ κατὰ χρείαν τῶν συναλλαγμάτων, ἀλλὰ κατʼ ἐπήρειαν τῆς θρησκείας, ἣν συνίσασιν ἡμῖν, μῖσος οὐ δίκαιον οὐδʼ αὐτεξούσιον αὐτοῖς πεπονθότες.
46 ἡ γὰρ ὑμετέρα κατὰ πάντων ἀρχὴ γενομένη μία τὴν μὲν εὔνοιαν ἐνεργὸν τὴν δὲ δύσνοιαν ἄνεργον ποιεῖ τοῖς τὸ τοιοῦτον ἀντʼ ἐκείνου προαιρουμένοις.
47 ταῦτʼ οὖν ἀξιοῦμεν, ὦ μέγιστε Ἀγρίππα, μὴ κακῶς πάσχειν μηδʼ ἐπηρεάζεσθαι μηδὲ κωλύεσθαι τοῖς ἔθεσι χρῆσθαι τοῖς ἡμετέροις μηδʼ ἀφαιρεῖσθαι τῶν ὄντων μηδʼ ἃ μὴ βιαζόμεθα τούτους ὑπὸ τούτων βιάζεσθαι· καὶ γὰρ οὐ δίκαια μόνον ἐστίν, ἀλλὰ καὶ ὑφʼ ὑμῶν δεδομένα πρότερον.
48 ἔτι καὶ δυναίμεθʼ ἂν πολλὰ δόγματα τῆς συγκλήτου καὶ τὰς ἐν τῷ Καπετωλίῳ κειμένας δέλτους ὑπὲρ τούτων ἀναγινώσκειν, ἃ δῆλον μὲν ὡς μετὰ πεῖραν τῆς ἡμετέρας εἰς ὑμᾶς πίστεως ἐδόθη, κύρια δὲ κἂν εἰ μηδενὸς ὕπαρξιν ἐχαρίσασθε.
49 σχεδὸν γὰρ οὐ μόνοις ἡμῖν ἀλλὰ πᾶσιν ἀνθρώποις τὰ μὲν ὄντα φυλάξαντες, μείζω δὲ τῶν ἐλπισθέντων προσθέντες εὐεργετεῖτε τῷ κρατεῖν, καὶ δύναιτʼ ἄν τις ἐπεξιὼν τὰς ἑκάστων εὐτυχίας, ἃς διʼ ὑμῶν ἔχουσιν, ἀπερίληπτον ποιῆσαι τὸν λόγον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme