Book 17
119
οὕτως ἄρα τῇ ἀναιδείᾳ πέποιθας, ὥστε καὶ βασανίζεσθαι ἀξιοῖς, καὶ ψευδεῖς λέγων τὰς βασάνους τῶν προβεβασανισμένων, ἵνʼ οἱ μὲν ῥυόμενοί σου τὸν πατέρα ἐκκρουσθῶσιν τοῦ ἠληθευκέναι, αἱ δὲ σαὶ βάσανοι δοκῶσι πισταί;
120
οὐ ῥύσῃ Οὔαρε τὸν βασιλέα τῆς ἐπηρείας τῶν συγγενῶν; οὐδὲ πονηρὸν θηρίον, ἐπʼ ὀλέθρῳ μὲν τῶν ἀδελφῶν εὔνοιαν προσποιούμενον τοῦ πατρός, ἔνθα δὲ μέλλοι καταμόνας ταχέως ἀποίσεσθαι τὴν βασιλείαν πάντων αὐτῷ θανασιμώτατον ἀναφαινόμενον; γνοὺς ὅτι πατροκτονία κοινόν ἐστιν ἀδίκημα καὶ τῆς φύσεως καὶ τοῦ βίου τὴν πεφηνυῖαν ὡς οὐδὲν ἡσσόνως τοῦ βεβουλευμένου καὶ ὁ μὴ κολάζων ἀδικεῖ τὴν φύσιν.
121
Προσετίθει δὲ ἤδη τὰ τῆς μητρὸς Ἀντιπάτρου ὁπόσα πρός τινας ἦν κουφολογίᾳ γυναικείῳ εἰρημένα, μαντείας τε καὶ θυσίας ἐπὶ τῷ βασιλεῖ γεγονυίας καὶ ὁπόσα μετὰ τῶν Φερώρου γυναικῶν Ἀντιπάτρῳ ἠσέλγητο μετὰ οἴνου καὶ λύμης ἐρωτικῆς, τῶν τε βασάνων ἀνακρίσεις καὶ ὁπόσα μαρτυριῶν ἐχόμενα· πολλὰ δὲ καὶ παντοῖα ἦν τὰ μὲν προητοιμασμένα, τὰ δὲ πρὸ τοῦ ὀξέως ἀπαγγέλλεσθαί τε καὶ βεβαιοῦσθαι ἐφευρημένα·
122
οἱ γὰρ ἄνθρωποι κἂν εἴ τι κατὰ φόβον τοῦ Ἀντιπάτρου, μὴ διαδρὰς ἀμύνοιτο αὐτούς, σιγῇ παρεδίδοσαν, ὁρῶντες αὐτὸν ἐπιβατὸν ταῖς κατηγορίαις τῶν ἀρξάντων γεγονότα καὶ τὴν ποτὲ πολλὴν αὐτῷ συστᾶσαν τύχην προφανῶς αὐτὸν τοῖς ἐχθροῖς παραδεδωκυῖαν, οἳ καὶ ἀπλήστως μίσους τοῦ πρὸς αὐτὸν ἐνεφοροῦντο·
123
κατέσπευδε δὲ τότε οὔτι τῇ ἔχθρᾳ τῶν ἐπικεχειρηκότων κατηγορεῖν, ὡς μεγέθει τόλμης ὧν ἐπενόησεν κακιῶν καὶ δυσμενείας τῆς πρὸς τὸν πατέρα καὶ τοὺς ἀδελφούς, στάσεως καὶ ἀλληλοφθοριῶν ἀναπεπληκὼς τὸν οἶκον καὶ μήτε μίσει κατὰ δίκην μήτε φιλίᾳ διʼ εὔνοιαν χρώμενος, ἀλλʼ ὡς μελλήσοι αὐτῷ συμφέρειν·
124
ὧν ἁπάντων ἐκ πλέονος αὐτοῖς οἱ πολλοὶ προανεσκοπημένων, οἵπερ δὴ μάλιστα ἀρετῇ κρίνειν πεφύκασιν ἐπὶ τοῖς πράγμασιν διὰ τὸ καὶ ὀργῆς ἀπηλλαγμένως ἐπιψηφίζειν τοῖς γινομένοις, καταβοὰς ἐν τοῖς πρὶν εἱρχθέντες ποιεῖσθαι παραγενομένης ἀδείας ἐξέφερον εἰς μέσον ὁπόσα εἰδεῖεν.