Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 17

167 Ἡρώδης δὲ τόν τε Ματθίαν ἐπεπαύκει τῆς ἀρχιερωσύνης καὶ τὸν ἕτερον Ματθίαν, ὃς ἐγηγέρκει τὴν στάσιν, καὶ ἄνδρας ἐκ τῶν ἑταίρων αὐτοῦ ἔκαυσεν ζώους. καὶ ἡ σελήνη δὲ τῇ αὐτῇ νυκτὶ ἐξέλιπεν.
168 Ἡρώδῃ δὲ μειζόνως ἡ νόσος ἐνεπικραίνετο δίκην ὧν παρανομήσειεν ἐκπρασσομένου τοῦ θεοῦ· πῦρ μὲν γὰρ μαλακὸν ἦν οὐχ ὧδε πολλὴν ἀποσημαῖνον τοῖς ἐπαφωμένοις τὴν φλόγωσιν ὁπόσην τοῖς ἐντὸς προσετίθει τὴν κάκωσιν.
169 ἐπιθυμία δὲ δεινὴ τοῦ δέξασθαί τι ἀπʼ αὐτοῦ, οὐ γὰρ ἦν μὴ οὐχ ὑπουργεῖν, καὶ ἕλκωσις τῶν τε ἐντέρων καὶ μάλιστα τοῦ κόλου δειναὶ ἀλγηδόνες, καὶ φλέγμα ὑγρὸν περὶ τοὺς πόδας καὶ διαυγές· παραπλησία δὲ καὶ περὶ τὸ ἦτρον κάκωσις ἦν, ναὶ μὴν καὶ τοῦ αἰδοίου σῆψις σκώληκας ἐμποιοῦσα, πνεύματός τε ὀρθία ἔντασις καὶ αὐτὴ λίαν ἀηδὴς ἀχθηδόνι τε τῆς ἀποφορᾶς καὶ τῷ πυκνῷ τοῦ ἄσθματος, ἐσπασμένος τε περὶ πᾶν ἦν μέρος ἰσχὺν οὐχ ὑπομενητὴν προστιθέμενος.
170 ἐλέγετο οὖν ὑπὸ τῶν θειαζόντων καὶ οἷς ταῦτα προαποφθέγγεσθαι σοφίᾳ πρόκειται, ποινὴν τοῦ πολλοῦ δυσσεβοῦς ταύτην ὁ θεὸς εἰσπράσσεσθαι παρὰ τοῦ βασιλέως.
171 καίπερ δὲ μειζόνως ἢ ἀντίσχοι ἄν τις ταλαιπωρούμενος ἐν ἐλπίδι τοῦ ἀνασφαλοῦντος ἦν, ἰατρούς τε μεταπέμπων καὶ ὁπόσα ἀρωγὰ ὑπαγορεύσειαν χρῆσθαι μὴ ἀποτετραμμένος, ποταμόν τε περάσας Ἰορδάνην θερμοῖς τοῖς κατὰ Καλλιρρόην αὑτὸν παρεδίδου, ἅπερ σὺν τῇ ἐς πάντα ἀρετῇ καὶ πότιμά ἐστιν· ἔξεισιν δὲ τὸ ὕδωρ τοῦτο εἰς λίμνην τὴν ἀσφαλτοφόρον λεγομένην.
172 κἀνταῦθα τοῖς ἰατροῖς δοκῆσαν ὥστε ἀναθάλπειν αὐτόν, καθεθεὶς εἰς πύελον πλέων ἐλαίου δόξαν μεταστάσεως ἐνεποίησεν αὐτοῖς. τῶν δὲ οἰκετῶν οἰμωγῇ χρωμένων περιενεγκὼν καὶ μηδʼ ἥντινα ἀμφὶ τοῦ σωθησομένου ἐλπίδα ἔχων τοῖς στρατιώταις ἀνὰ πεντήκοντα δραχμὰς ἑκάστῳ κελεύει νεμηθῆναι·
173 πολλὰ δὲ καὶ τοῖς ἡγεμόσιν αὐτῶν καὶ φίλοις τοῖς αὐτοῦ ἐδωρεῖτο. καὶ παρῆν αὖθις ἐπὶ Ἱεριχοῦντος μέλαινά τε αὐτὸν ᾕρει χολὴ ἐπὶ πᾶσιν ἐξαγριαίνουσα, ὥστε δὴ τελευτῶν πρᾶξιν τοιάνδε ἐπινοεῖ·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme