Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 17

194 ἐφανεροῦτο δʼ ἤδη ὁ θάνατος τοῦ βασιλέως, καὶ Σαλώμη καὶ Ἀλεξᾶς συναγαγόντες τὸ στρατιωτικὸν εἰς τὸ ἀμφιθέατρον τὸ ἐν Ἱεριχοῦντι πρῶτον μὲν ἐπιστολὴν ἀνέγνωσαν πρὸς τοὺς στρατιώτας γεγραμμένην ἐπὶ πίστεως εὐχαριστίᾳ καὶ εὐνοίας τῆς εἰς αὐτὸν καὶ παρακλήσει τῶν ὁμοίων παροκωχῆς Ἀρχελάῳ τῷ παιδὶ αὐτοῦ, ὃν βασιλέα καθίσταιτο.
195 εἶτα μέντοι Πτολεμαῖος τὸν σημαντῆρα τοῦ βασιλέως πεπιστευμένος τὰς διαθήκας ἀνέλεγεν, αἳ λήψεσθαι κύρωσιν οὐκ ἄλλως ἔμελλον ἢ Καίσαρος ἐντυχόντος αὐταῖς. βοὴ οὖν εὐθὺς ἦν ἐκτιμώντων Ἀρχέλαον βασιλέα, καὶ οἱ στρατιῶται κατὰ στίφη τε αὐτοὶ καὶ οἱ ἡγεμόνες εὔνοιάν τε ὑπισχνοῦνται καὶ προθυμίαν τὴν αὐτῶν καὶ συλλήπτορα τὸν θεὸν παρεκάλουν.
196 Ἐντεῦθεν δὲ τάφον ἡτοίμαζον τῷ βασιλεῖ μελῆσαν Ἀρχελάῳ πολυτελεστάτην γενέσθαι τὴν ἐκκομιδὴν τοῦ πατρὸς καὶ πάντα τὸν κόσμον προκομίσαντος εἰς ὃ συμπομπεύσειε τῷ νεκρῷ.
197 ἐφέρετο δὲ ἐπὶ κλίνης χρυσέας λίθοις πολυτελέσιν καὶ ποικίλοις διαπεπασμένης, στρωμνή τε ἦν ἁλουργὴς καὶ ἠμπέσχετο πορφυρίσιν ὁ νεκρὸς διαδήματι ἠσκημένος ὑπερκειμένου στεφάνου χρυσέου σκῆπτρόν τε τῇ δεξιᾷ παρακείμενον.
198 περί τε τὴν κλίνην οἵ τε υἱεῖς καὶ τὸ πλῆθος ἦν τῶν συγγενῶν, ἐπὶ δὲ τούτοις τὸ στρατιωτικὸν κατὰ οἰκεῖα ἔθνη ἢ προσηγορίας διέκειντο αὐτοῖς νεμηθέντες, πρῶτοι μὲν οἱ δορυφόροι, μετὰ δὲ τὸ Θρᾴκιον, ἐπὶ δὲ τούτοις ὁπόσοι Γερμανῶν, καὶ τὸ Γαλατικὸν μετʼ αὐτούς, ἐν τῷ κόσμῳ πάντες τῷ πολεμιστηρίῳ.
199 τούτων δὲ κατόπιν ἤδη πᾶς ὁ στρατὸς ὥσπερ ἐς πόλεμον ἐξοδεύοντες ὥσπερ ὑπὸ λοχαγῶν ἀγόμενοι καὶ τοῖς ταξιαρχοῦσιν αὐτῶν. τούτοις ἐπετετάχατο πεντακόσιοι τῶν οἰκετῶν ἀρωματοφόροι. ᾔεσαν δὲ ἐπὶ Ἡρωδίου στάδια ὀκτώ· τῇδε γὰρ αὐτῷ ἐγένοντο αἱ ταφαὶ κελεύσματι τῷ αὐτοῦ. Ἡρώδης μὲν δὴ τοῦτον ἐτελεύτα τὸν τρόπον.
200 Ἀρχέλαος δὲ ἐπὶ μὲν ἑβδόμην ἡμέραν πένθος τὸ ἐπὶ τῷ πατρὶ τιμῶν διετέλει· τόσας γὰρ διαγορεύει τὸ νόμιμον τοῦ πατρίου. ἑστιάσας δὲ τοὺς ὁμίλους καὶ καταλύσας τὸ πένθος ἄνεισιν εἰς τὸ ἱερόν. ἦσάν τε εὐφημίαι καὶ ἔπαινοι καθʼ οὕστινας ἴοι ἑκάστων τὰ πρὸς ἀλλήλους φιλοτιμουμένων εἰς τὸ δοκεῖν μείζοσι χρῆσθαι ταῖς εὐφημίαις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme