Book 17
9
καίτοι θυγατρὶ αὐτῆς συνῴκει θεῖος πρὸς μητρὸς Ἀντιπάτρου προνοίᾳ τῇ ἐκείνου καὶ διαπράξει παραλαβὼν τὴν κόρην πρότερον Ἀριστοβούλῳ γεγαμημένην· τὴν δὲ ἑτέραν ὁ ἐκ τοῦ ἀνδρὸς αὐτῆς Καλλέα παῖς γυναῖκα εἶχεν. ἀλλʼ οὐδὲν ἐπὶ τῷ μὴ κατανοεῖσθαι πονηρὸν ὄντα ἦν ἡ ἐπιγαμία τεῖχος, ὥσπερ οὐδʼ ἡ πρότερον συγγένεια πρὸς τὸ οὐ μεμισῆσθαι.
10
τὴν δὲ Σαλώμην Ἡρώδης ἐσπουδακυῖαν Συλλαίῳ τῷ Ἄραβι γαμηθῆναι κατʼ ἐρωτικὴν ἐπιθυμίαν βιάζεται τῷ Ἀλεξᾷ συνοικεῖν συμπρασσούσης αὐτῷ Ἰουλίας καὶ πειθούσης τὴν Σαλώμην μὴ ἀνήνασθαι τὸν γάμον, μὴ καὶ ἔχθρα καθίσταιτο αὐτοῖς προύπτως ὀμωμοκότος Ἡρώδου μὴ ἂν εὐνοήσειν Σαλώμῃ μὴ ὑποδεξαμένῃ τὸν Ἀλεξᾶ γάμον. καὶ ἐπείθετο Καίσαρός τε οὔσῃ γυναικὶ τῇ Ἰουλίᾳ καὶ ἄλλως συμβουλευούσῃ πάνυ συμφέροντα.
11
ἐν τούτῳ δὲ καὶ τὴν Ἀρχελάου θυγατέρα τοῦ βασιλέως Ἡρώδης ὡς τὸν αὐτῆς πατέρα ἐξέπεμψεν Ἀλεξάνδρῳ συνῳκηκυῖαν ἐκ τῶν αὐτοῦ τὴν προῖκα ἀποδούς, ὥστε ἀμφισβήτημα αὐτοῖς μηδὲν εἶναι.
12
Ἀνέτρεφεν δὲ αὐτὸς τῶν παίδων τὰ τέκνα πάνυ ἐπιμελῶς· ἦσαν γὰρ τῷ μὲν Ἀλεξάνδρῳ ἐκ Γλαφύρας ἄρσενες δύο, Ἀριστοβούλῳ δὲ ἐκ Βερενίκης τῆς Σαλώμης θυγατρὸς ἄρσενές τε τρεῖς καὶ θήλειαι δύο.
13
καί ποτε παρόντων αὐτῷ τῶν φίλων παραστησάμενος τὰ παιδάρια καὶ τῶν υἱέων ἀνακλαύσας τὴν τύχην ηὔχετο μηδὲν τοιόνδε παισὶν τοῖς ἐκείνων συνελθεῖν, αὐξηθέντας δὲ ἀρετῇ καὶ συμφορᾷ τοῦ δικαίου τὰς τροφὰς ἀμείψασθαι, ἃς ποιοῖτο.
14
ἐγγεγύητό τε εἰς γάμον, ὁπότε ἀφικοίατο εἰς ὥραν τὴν ἐπʼ αὐτῷ, τῷ μὲν πρεσβυτέρῳ τῶν Ἀλεξάνδρου παίδων Φερώρου θυγατέρα, τῷ δὲ Ἀριστοβούλου τὴν Ἀντιπάτρου, καὶ θυγατέρα τὴν Ἀριστοβούλου ἐπωνόμαζε παιδὶ τῷ Ἀντιπάτρου, τὴν δὲ ἑτέραν τῶν Ἀριστοβούλου θυγατέρων Ἡρώδῃ παιδὶ τῷ αὑτοῦ· γίνεται δὲ τῷ βασιλεῖ οὗτος ἐκ τῆς τοῦ ἀρχιερέως θυγατρός· πάτριον γὰρ πλείοσιν ἐν ταὐτῷ ἡμῖν συνοικεῖν.
15
ἔπρασσε δὲ τὰς μνηστείας τῶν παίδων ὁ βασιλεὺς ἐλέῳ τῶν ὀρφανῶν εἰς εὔνοιαν αὐτῶν διὰ τὴν ἐπιγαμίαν τὸν Ἀντίπατρον προκαλούμενος.