Book 17
29
Τελευτᾷ δὲ Ζάμαρις ὁ Βαβυλώνιος, ὃς ἐπὶ κτήσει τῆσδε τῆς χώρας Ἡρώδῃ προσποιεῖται, ζήσας τε μετὰ ἀρετῆς καὶ παῖδας λειπόμενος ἀγαθούς, Ἰάκειμον μέν, ὃς ἀνδρείᾳ γενόμενος ἐπιφανὴς ἱππεύειν συνεκρότησε τὸ ὑφʼ αὑτῷ Βαβυλώνιον, καὶ ἴλη τῶνδε τῶν ἀνδρῶν ἐδορυφόρει τούσδε τοὺς βασιλέας.
30
καὶ Ἰάκειμος δὲ ἐν γήρᾳ τελευτῶν Φίλιππον τὸν υἱὸν κατέλιπεν ἄνδρα κατὰ χεῖρας ἀγαθὸν καὶ τὰ ἄλλα ἀρετῇ χρῆσθαι παρʼ ὁντινοῦν ἀξιόλογον. διόπερ φιλία
31
τε πιστὴ καὶ εὔνοια ἀσφαλὴς αὐτῷ πρὸς Ἀγρίππαν γίνεται τὸν βασιλέα, στρατιάν τε ὁπόσην ὁ βασιλεὺς ἔτρεφεν οὗτος ἀσκῶν διετέλει καὶ ὅπη ἐξοδεύειν δεήσειεν ἡγούμενος.
32
Ἡρώδου δʼ ἐν οἷς εἶπον ὄντος ἀφεώρα τὰ πάντα πράγματα εἰς Ἀντίπατρον, κἀφʼ οἷς ὠφελήσειεν κυροῦν οὐκ ἀπήλλακτο ἐξουσίας ἐπικεχωρηκότος τε τοῦ πατρὸς ἐλπίδι εὐνοίας καὶ πίστεως, καὶ περαιτέρω κτᾶσθαι τὴν ἐπʼ αὐτοῖς ἐξουσίαν τολμηρὸς καθιστάμενος διὰ τὸ ἄδηλος τῷ πατρὶ εἶναι κακουργῶν κἀφʼ οἷς εἴπειεν πιστότατος.
33
ἦν τε πᾶσιν φοβερὸς οὐχ οὕτως ἰσχύι τῆς ἐξουσίας, ὡς τοῦ κακοτρόπου τῷ προμηθεῖ· μάλιστα δʼ αὐτὸν Φερώρας ἐθεράπευεν καὶ ἀντεθεραπεύετο δεινῶς, πάνυ τοῦ Ἀντιπάτρου περιστοιχίσαντος αὐτὸν καὶ τὴν γυναικωνῖτιν συνισταμένου τὰ πρὸς αὐτόν·
34
ἐδεδούλωτο γὰρ Φερώρας γαμετῇ τε καὶ μητρὶ ταύτης καὶ ἀδελφῇ καὶ ταῦτα μισῶν τὰς ἀνθρώπους ὕβρει θυγατέρων αὐτοῦ παρθένων· ἀλλʼ ὅμως ἠνείχετο, πράσσειν τε οὐδὲν ἦν δίχα τῶν γυναικῶν ἐκπεριωδευκυιῶν τὸν ἄνθρωπον καὶ ἀλλήλαις εὐνοίᾳ συμπράσσειν τὰ πάντα μὴ ἀπηλλαγμένων,
35
ὥστε παντοίως ὁ Ἀντίπατρος ὑπῆκτο αὐτὰς καὶ διʼ αὐτοῦ καὶ διὰ τῆς μητρός· ταὐτὸν γὰρ αἵδε αἱ τέσσαρες γυναῖκες ἔλεγον. καὶ Φερώρᾳ δὲ πρὸς Ἀντίπατρον ἐπʼ οὐδαμινοῖς τισιν αἱ γνῶμαι διήλλασσον.
36
ἀντίσπασμα δʼ ἦν αὐτοῖς βασιλέως ἡ ἀδελφὴ περισκοποῦσά τε ἐκ πλείονος τὰ πάντα καὶ τὴν εὔνοιαν αὐτῶν ἐπὶ κακοῖς τοῖς Ἡρώδου πρασσομένην εἰδυῖά τε καὶ μηνύειν οὐκ ἀποτετραμμένη.