Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 17

37 καὶ γνόντες ἐν ἀπεχθείᾳ βασιλεῖ τὴν εὔνοιαν αὐτῶν οὖσαν ἐπινοοῦσιν ὥστε φανερὰν μὲν μὴ εἶναι τὴν πρὸς ἀλλήλους αὐτῶν σύνοδον, μίσους δὲ καὶ λοιδοριῶν ᾗ καιρὸς προσποίησιν, καὶ μάλιστα Ἡρώδου παρατυγχάνοντος ἢ οἳ πρὸς αὐτὸν ἀπαγγέλλειν ἔμελλον, κρυπτῶς δὲ τὰ τῆς εὐνοίας ὀχυρώτερα καθίστασθαι.
38 καὶ ἔπρασσον οὕτως. ἐλάνθανεν δὲ τὴν Σαλώμην οὔτε πρῶτον ἡ διάνοια αὐτῶν ἐπὶ τοιοῖσδε ὡρμημένων οὔτε ἐπειδὴ χρῆσθαι οὐκ ἀπήλλακτο αὐτή· πάντα δὲ ἀνίχνευέν τε καὶ πρὸς τὸν ἀδελφὸν μειζόνως ἐκδεινοῦσα ἀπεσήμαινεν συνόδους τε κρυπτὰς καὶ πότους βουλευτήριά τε ἀφανῶς κατεσκευασμένα, ὧν μὴ ἐπʼ ὀλέθρῳ τῷ ἐκείνου συντιθεμένων κἂν πεφανερῶσθαι μὴ κεκωλῦσθαι.
39 νῦν δὲ τοὺς μὲν ἐκ τοῦ προὔπτου διαφόρους καὶ τὰ πάντα ἐπὶ βλάβῃ τῇ ἀλλήλων λέγοντας, εἰς δὲ τὸ ἀφανὲς τοῖς πολλοῖς τὴν εὔνοιαν ἀνατιθεμένους καὶ ὁπότε ἀλλήλοις συμμονωθεῖεν φίλια πράσσειν μὴ ἀπηλλαγμένους, ὁμολογεῖν πολεμεῖν πρὸς οὓς λανθάνειν χρώμενοι εὐνοίᾳ τῇ ἀλλήλων ἐσπουδάκοιεν.
40 καὶ ἡ μὲν ταῦτʼ ἀνίχνευέν τε καὶ ἀκριβῶν τυγχάνουσα τῷ ἀδελφῷ ἀνέφερεν συνιέντι μὲν ἤδη τὰ πολλὰ καὶ διʼ ἑαυτοῦ, εἰς δὲ τὸ θαρσεῖν οὐ διακενῆς ὑπονοῶν καθισταμένῳ διαβολαῖς τῆς ἀδελφῆς.
41 καὶ ἦν γὰρ μόριόν τι Ἰουδαϊκὸν ἀνθρώπων ἐπʼ ἐξακριβώσει μέγα φρονοῦν τοῦ πατρίου καὶ νόμων οἷς χαίρει τὸ θεῖον προσποιουμένων, οἷς ὑπῆκτο ἡ γυναικωνῖτις, Φαρισαῖοι καλοῦνται, βασιλεῖ δυναμένῳ μάλιστα πράσσειν προμηθεῖς κἀκ τοῦ προὔπτου εἰς τὸ πολεμεῖν τε καὶ βλάπτειν ἐπηρμένοι.
42 παντὸς γοῦν τοῦ Ἰουδαϊκοῦ βεβαιώσαντος διʼ ὅρκων ἦ μὴν εὐνοήσειν Καίσαρι καὶ τοῖς βασιλέως πράγμασιν, οἵδε οἱ ἄνδρες οὐκ ὤμοσαν ὄντες ὑπὲρ ἑξακισχίλιοι, καὶ αὐτοὺς βασιλέως ζημιώσαντος χρήμασιν ἡ Φερώρου γυνὴ τὴν ζημίαν ὑπὲρ αὐτῶν εἰσφέρει.
43 οἱ δὲ ἀμειβόμενοι τὴν εὔνοιαν αὐτῆς, πρόγνωσιν δὲ ἐπεπίστευντο ἐπιφοιτήσει τοῦ θεοῦ, προύλεγον, ὡς Ἡρώδῃ μὲν καταπαύσεως ἀρχῆς ὑπὸ θεοῦ ἐψηφισμένης αὐτῷ τε καὶ γένει τῷ ἀπʼ αὐτοῦ, τῆς δὲ βασιλείας εἴς τε ἐκείνην περιηξούσης καὶ Φερώραν παῖδάς τε οἳ εἶεν αὐτοῖς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme