Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 17

44 καὶ τάδε, οὐ γὰρ ἐλάνθανεν τὴν Σαλώμην, ἐξάγγελτα βασιλεῖ ἦν, καὶ ὅτι τῶν περὶ τὴν αὐλὴν διαφθείροιέν τινας. καὶ βασιλεὺς τῶν τε Φαρισαίων τοὺς αἰτιωτάτους ἀναιρεῖ καὶ Βαγώαν τὸν εὐνοῦχον Κᾶρόν τέ τινα τῶν τότε προύχοντα ἀρετῇ τοῦ εὐπρεποῦς καὶ παιδικὰ ὄντα αὐτοῦ. κτείνει δὲ καὶ πᾶν ὅ τι τοῦ οἰκείου συνειστήκει οἷς ὁ Φαρισαῖος ἔλεγεν.
45 ἦρτο δὲ ὁ Βαγώας ὑπʼ αὐτῶν ὡς πατήρ τε καὶ εὐεργέτης ὀνομασθησόμενος τοῦ ἐπικατασταθησομένου προρρήσει βασιλέως· κατὰ χεῖρα γὰρ ἐκείνῳ τὰ πάντʼ εἶναι, παρέξοντος αὐτῷ γάμου τε ἰσχὺν καὶ παιδώσεως τέκνων γνησίων.
46 Ἡρώδης δὲ κολάσας τῶν Φαρισαίων τοὺς ἐπὶ τοῖσδε ἐληλεγμένους συνέδριόν τε ποιεῖται τῶν φίλων καὶ κατηγορίαν τῆς Φερώρου γυναικός, τήν τε ὕβριν τῶν παρθένων τῇ τόλμῃ τῆς γυναικὸς ἀνατιθεὶς καὶ ἔγκλημα ταύτην ἀτιμίαν αὐτῷ ποιούμενος,
47 ὥστε ἀγωνοθετῶν στάσιν αὐτῷ πρὸς τὸν ἀδελφὸν πόλεμον ἐκ φύσεως αὐτοῖς καὶ λόγῳ καὶ διʼ ἔργων ὁπόσα δύναιτο, τήν τε διάλυσιν τῆς ζημίας τῆς ὑπʼ αὐτοῦ ἐπιβληθείσης τέλεσι διαφευχθείσης τοῖς ἐκείνης, τῶν τε νῦν πεπραγμένων οὐδὲν ὅ τι οὐ μετʼ αὐτῆς.
48 ἀνθʼ ὧν, ὦ Φερώρα, καλῶς εἶχεν οὐ δεήσει οὐδὲ γνωμῶν εἰσηγήσεως τῶν ἐμῶν αὐτοκέλευστον ἀποπέμπεσθαι γυναῖκα ταύτην ὡς πολέμου τοῦ πρός μέ σοι αἰτίαν ἐσομένην· καὶ νῦν, εἴπερ ἀντιποιῇ συγγενείας τῆς ἐμῆς, ἀπείπασθαι τήνδε τὴν γαμετήν· μενεῖς γὰρ οὕτως ἀδελφός τε καὶ στέργειν οὐκ ἀπηλλαγμένος.
49 Φερώρας δὲ καίπερ λόγων ἀρετῇ περιωθούμενος οὔτε συγγενείας τῆς πρὸς τὸν ἀδελφὸν ἔλεγε κινήσειν δίκαιον οὐδὲν οὔτε τῶν πρὸς τὴν γαμετὴν εὐνοιῶν, αἱρεῖσθαί τε πρότερον θανεῖν ἢ ζῶν τολμᾶν ἀπεστερῆσθαι γυναικὸς αὐτῷ κεχαρισμένης.
50 Ἡρώδης δὲ Φερώρᾳ μὲν ὑπερεβάλλετο τὴν ἐπὶ τούτοις ὀργὴν καίπερ ἀνήδονον τιμωρίαν εἰσπεπραγμένος, Ἀντιπάτρῳ δὲ ἀπεῖπε καὶ μητρὶ τῇ ἐκείνου Φερώρᾳ τε μὴ ὁμιλεῖν καὶ τῶν γυναικῶν φυλάσσεσθαι τὸ εἰς ταὐτὸν συνεσόμενον.
51 οἱ δʼ ὡμολόγουν μέν, συνῄεσαν δὲ ᾗ καιρὸς καὶ συνεκώμαζον Φερώρας καὶ Ἀντίπατρος. ἐφοίτα δὲ λόγος ὁμιλεῖν καὶ Ἀντιπάτρῳ τὴν Φερώρου γυναῖκα συμπρασσούσης αὐτοῖς τὰ εἰς τὴν σύνοδον τῆς Ἀντιπάτρου μητρός.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme