Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 18

170 οὔτε γὰρ πρεσβειῶν ὑποδοχὰς ἐκ τοῦ ὀξέος ἐποιεῖτο ἡγεμόσι τε ἢ ἐπιτρόποις ὑπʼ αὐτοῦ σταλεῖσιν οὐδεμία ἦν διαδοχή, ὁπότε μὴ φθαῖεν τετελευτηκότες· ὅθεν καὶ δεσμωτῶν ἀκροάσεως ἀπερίοπτος ἦν.
171 ὥστε καὶ τῶν φίλων ἐρομένων τὴν αἰτίαν τοῦ ἐπὶ τοιούτοις ὁλκῇ χρωμένου, ἔφη τὰς μὲν πρεσβείας τρίβειν, ὅπως μὴ ἀπαλλαγῆς αὐταῖς ἐκ τοῦ ὀξέος γενομένης ἕτεροι πρέσβεις ἐπιχειροτονηθέντες ἐπανίοιεν ὄχλος τε αὐτῷ γίγνοιτο ἐπιδοχαῖς αὐτῶν καὶ πομπαῖς προσκειμένῳ.
172 τὰς δʼ ἀρχὰς συγχωρεῖν τοῖς ἅπαξ εἰς αὐτὰς ὑπʼ αὐτοῦ καταστᾶσιν αἰδοῦς προμηθείᾳ τῶν ὑποτελῶν· φύσει μὲν γὰρ εἶναι πᾶσαν ἡγεμονίαν οἰκείαν τοῦ πλεονεκτεῖν· τὰς δὲ μὴ πατρίους, ἀλλʼ εἰς ὀλίγον καὶ ἄδηλον ὁπότε ἀφαιρεθεῖεν καὶ μειζόνως ἐξοτρύνειν ἐπὶ κλοπαῖς τοὺς ἔχοντας.
173 εἰ μὲν οὖν ἐφεστήκασιν εἰς πλέον, αὐτοὺς ἄδην τῶν κλοπῶν ἕξειν ὑπὸ τοῦ πολλοῦ τῶν κεκερδημένων ἀμβλυτέρως τὸ λοιπὸν αὐταῖς χρωμένους. διαδοχῆς δʼ ἐπιπαραγενομένης ἐκ τοῦ ὀξέος μηδαμῶς ἂν ἀρκέσαι τοὺς ἆθλα τοῖς ἄρχουσι προκειμένους ἀναστροφῆς αὐτοῖς οὐ διδομένης καιρῶν, ἐν οἷς πλήρεις οἱ προειληφότες γενόμενοι ὑποδιδοῖέν τε σπουδῆς τῆς ἐπὶ τῷ λαμβάνειν, διὰ τὸ πρὶν ἐν καιρῷ γενέσθαι μεταστῆναι.
174 παράδειγμά τε αὐτοῖς φησι τοῦτον τὸν λόγον· τραυματίᾳ τινὶ κειμένῳ μυῖαι κατὰ πλῆθος τὰς ὠτειλὰς περιέστασαν. καί τις τῶν παρατυχόντων οἰκτείρας αὐτοῦ τὴν δυστυχίαν καὶ νομίσας ἀδυναμίᾳ μὴ βοηθεῖν οἷός τʼ ἦν ἀποσοβεῖν αὐτὰς παραστάς.
175 καὶ δεομένου παύσασθαι τῶν ἐπὶ τοιοῖσδε, ὑπολαβὼν ἤρετο τὴν αἰτίαν τοῦ ἀπρομηθοῦς εἰς τὴν διαφυγὴν κακοῦ τοῦ ἐφεστηκότος. μειζόνως γὰρ ἂν ἀδικοῖς με, εἶπε, ταύτας ἀπαγαγών. ταῖς μέν γε ἤδη πληρωθείσαις τοῦ αἵματος οὐκέθʼ ὁμοίως ἔπειξις ὄχλον μοι παρασχεῖν, ἀλλά πῃ καὶ ἀνίσχουσιν. αἱ δʼ ἀκραιφνεῖ τῷ κατʼ αὐτὰς λιμῷ συνελθοῦσαι καὶ τετρυμένον ἤδη παραλαμβάνουσαι κἂν ὀλέθρῳ παραδοῖεν .

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme