Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 19

89 μετὰ δὲ τὴν θυσίαν ἐπὶ τὴν θεωρίαν τραπεὶς ἐκαθέζετο καὶ περὶ αὐτὸν τῶν ἑταίρων οἱ ἀξιολογώτατοι.
90 κατεσκεύαστο δὲ τὸ θέατρον, πηκτὸν δὲ ἐγίνετο κατὰ ἕκαστον ἐνιαυτόν, τοιόνδε τρόπον· θύρας ἔχει δύο φερούσας τὴν μὲν εἰς αἴθριον, τὴν δʼ εἰς στοὰν εἰσόδοις καὶ ἀποχωρήσεσιν, ὅπως μὴ ταράσσοιντο οἱ ἔνδον ἀπειλημμένοι, ἐκ δʼ αὐτῆς τῆς καλύβης ἐνδοτέρω διαφράγμασιν ἑτέραν ἀπειληφυίαις ἐπʼ ἀναστροφῇ τοῖς ἀνταγωνισταῖς καὶ ὁπόσα ἀκροάματα.
91 συγκαθημένης δὲ τῆς πληθύος καὶ τοῦ Χαιρέου σὺν τοῖς χιλιάρχοις οὐκ ἄπωθεν τοῦ Γαΐου, δεξιὸν δὲ τοῦ θεάτρου κέρας ὁ Καῖσαρ εἶχεν, Βαθύβιός τις τῶν συγκλητικῶν ἀνὴρ ἐστρατηγηκὼς ἤρετο Κλούιον παρακαθεζόμενον αὐτῷ καὶ τοῦτον ὑπατικόν, εἰ δή τις αὐτῷ νεωτέρων πραγμάτων πέρι ἀφίκοιτο πύστις, προμηθὴς γενόμενος τοῦ μὴ ἐξάκουστος εἶναι τάδε λέγων.
92 τοῦ δὲ φαμένου μηδὲν πεπύσθαι σημεῖον τοιγαροῦν, ὦ Κλούιε, τυραννοκτονίας ἀγὼν πρόκειται. καὶ ὁ Κλούιος ὦ γενναῖε, φησίν, σίγα, μή τις τʼ ἄλλος Ἀχαιῶν μῦθον ἀκούσῃ.
93 πολλῆς δʼ ὀπώρας ἐπιχεομένης τοῖς θεωροῖς καὶ πολλῶν ὀρνέων ὁπόσα τῷ σπανίῳ τίμια τοῖς κτωμένοις, ὁ Γάιος ἡδονῇ τὰς περὶ αὐτοῖς ἐθεώρει μάχας καὶ διαρπαγὰς οἰκειουμένων αὐτὰ τῶν θεωρῶν.
94 ἔνθα δὲ καὶ σημεῖα μανθάνει δύο γενέσθαι· καὶ γὰρ μῖμος εἰσάγεται, καθʼ ὃν σταυροῦται ληφθεὶς ἡγεμών, ὅ τε ὀρχηστὴς δρᾶμα εἰσάγει Κινύραν, ἐν ᾧ αὐτός τε ἐκτείνετο καὶ ἡ θυγάτηρ Μύρρα, αἷμά τε ἦν τεχνητὸν πολὺ καὶ περὶ τὸν σταυρωθέντα ἐκκεχυμένον καὶ τῶν περὶ τὸν Κινύραν.
95 ὁμολογεῖται δὲ καὶ τὴν ἡμέραν ἐκείνην γενέσθαι, ἐν ᾗ Φίλιππον τὸν Ἀμύντου Μακεδόνων βασιλέα κτείνει Παυσανίας εἷς τῶν ἑταίρων εἰς τὸ θέατρον εἰσιόντα.
96 Γαΐου δʼ ἐνδοιάζοντος, εἴτε παραμείνειεν εἰς τέλος τῇ θεωρίᾳ διὰ τὸ τελευταίαν εἶναι τὴν ἡμέραν εἴτε λουτρῷ χρησάμενος καὶ σίτῳ εἶτα ἐπανίοι καθὰ καὶ οἱ πρότερον, Μινουκιανὸς ὑπὲρ τοῦ Γαΐου καθεζόμενος καὶ δεδιώς, μὴ διαλυθείη τὰ τῶν καιρῶν εἰς κενόν, ἐξαναστὰς ἐπειδὴ καὶ Χαιρέαν ἑώρα προεξεληλυθότα, ἠπείγετο θαρσύνειν αὐτὸν προελθών.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme