Book 19
97
λαμβάνεται δʼ αὐτοῦ τῆς στολῆς Γάιος κατὰ φιλοφροσύνην δῆθεν καί ποῖ δή, φησίν, ὦ μακάριε; καὶ ὁ μὲν αἰδοῖ δοκεῖν τοῦ Καίσαρος καθίζει, κρείσσων δʼ ὁ φόβος ἦν ὀλίγον τε διαλιπὼν εἶτα διανίσταται.
98
καὶ ὁ Γάιος οὐδὲν ἐμποδὼν ἦν ἐξιόντι δοκῶν ἐπί τινι τῶν ἀναγκαίων ποιεῖσθαι τὴν ἔξοδον. Ἀμβρώνας δὲ καὶ αὐτὸς παρῄνει τῷ Γαΐῳ καθὸ πρότερον ὑπεξελθόντι πρός τε λουτρῷ καὶ ἀρίστῳ γενέσθαι καὶ ἔπειτα δὲ εἰσελθεῖν, χρῄζων ἐπὶ πέρας ἀχθῆναι τὰ ἐγνωσμένα.
99
Καὶ οἱ περὶ τὸν Χαιρέαν ἔτασσον μὲν ἀλλήλους ᾗ καιρός τε καὶ ἐχρῆν ἕκαστον στάντα ᾗ προσταχθείη μὴ ἀπολιμπάνεσθαι ἐπιπονοῦντες. ἤχθοντο δὲ τῇ διατριβῇ καὶ τῷ μέλλεσθαι τὰ ἐν χερσίν, ἐπεὶ καὶ περὶ ἐνάτην ὥραν ἤδη τὰ τῆς ἡμέρας ἦν.
100
καὶ Χαιρέας βραδύνοντος Γαΐου πρόθυμος ἦν ἐπεισελθεῖν ἐν τῇ καθέδρᾳ προσπεσὼν μέντοι προῄδει τοῦτο σὺν πολλῷ φόνῳ τῶν τε βουλευτῶν καὶ ὁπόσοι τῶν ἱππέων παρῆσαν καίπερ δεδιὼς πρόθυμος ἦν, καλῶς ἔχειν ἡγούμενος πᾶσιν ἀσφάλειαν καὶ ἐλευθερίαν ὠνούμενος ἐν ὀλίγῳ τίθεσθαι τὰ κατὰ τοὺς ἀπολουμένους.
101
καὶ δὴ τετραμμένων εἰς τὸ θέατρον εἰσόδῳ σημαίνεται Γάιος ἐξαναστὰς καὶ θόρυβος ἦν, ἀνέστρεφον δὲ καὶ οἱ συνωμόται καὶ ἀνεωθοῦντο τὴν πληθύν, λόγῳ μὲν διὰ τὸ δυσχεραίνειν τὸν Γάιον, ἔργῳ δὲ ἐπʼ ἀδείας βουλόμενοι ἐν ἐρημίᾳ τῶν ἀμυνουμένων καταστήσαντες αὐτὸν ἅπτεσθαι τῆς σφαγῆς.
102
προεξῄεσαν δὲ Κλαύδιος μὲν ὁ πάτρως αὐτοῦ καὶ Μᾶρκος Βινίκιος ὁ τῆς ἀδελφῆς ἀνὴρ ἔτι δὲ Οὐαλέριος Ἀσιατικός, οὓς οὐδὲ βουλομένοις διακλεῖσαι δύναμις ἦν αἰδοῖ τῆς ἀξιώσεως, εἵπετο δʼ αὐτὸς σὺν Παύλῳ Ἀρουντίῳ.
103
ἐπεὶ δʼ ἐντὸς ἦν τοῦ βασιλείου, τὰς μὲν ἐπʼ εὐθείας ὁδοὺς λείπει, καθʼ ἃς διεστήκεσαν τῶν δούλων οἱ θεραπεύοντες αὐτὸν καὶ προῄεσαν οἱ περὶ τὸν Κλαύδιον·
104
τρέπεται δὲ κατὰ στενωπὸν ἠρεμηκότα καὶ ἐπὶ τόπον πρὸς λουτροῖς γενησόμενος ἅμα καὶ παῖδας οἳ ἥκεσαν ἐκ τῆς Ἀσίας κατανοήσων, πομπῆς αὐτῶν ἐκεῖθεν γενομένης ἐπὶ ὕμνοις μυστηρίων ἃ ἐπετέλει, ἔνιοι δὲ κατὰ πυρριχισμούς, οἳ ἐν τοῖς θεάτροις ἔσοιντο.