Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 19

154 καὶ Μινουκιανὸν μὲν Κλήμης, ἀνάγεται γὰρ ἐπὶ τοῦτον, μεθίησιν πολλῶν μετʼ ἄλλων συγκλητικῶν δικαιοσύνην τῇ πράξει συμμαρτυρῶν καὶ ἀρετὴν τοῖς ἐντεθυμημένοις καὶ πράσσειν μὴ ἀποδεδειλιακόσι·
155 τυραννίδα γὰρ εἰς ὀλίγον μὲν ἐλθεῖν ἡδονῇ τοῦ ὑβρίζειν ἐπαρθεῖσαν, εὐτυχεῖς δὲ οὐκ ἄρα ποιεῖσθαι τὰς ἀπαλλαγὰς τοῦ βίου μίσει τῆς ἀρετῆς πρὸς αὐτὸν χρωμένης,
156 ἀλλὰ μετὰ τοιαύτης δυστυχίας, ὁποίᾳ δὴ Γάιον συνελθεῖν πρὸ τῶν ἐπαναστάντων καὶ συνθέντων τὴν ἐπίθεσιν αὐτὸν ἐπίβουλον αὐτῷ γενόμενον καὶ διδάξαντα οἷς ὑβρίζων ἀφόρητος ἦν ἀφανίζων τοῦ νόμου τὴν πρόνοιαν πολέμῳ πρὸς αὐτὸν χρῆσθαι τοὺς φιλτάτους, καὶ νῦν λόγῳ μὲν εἶναι τούτους οἳ ἀνῃρήκασι Γάιον, ἔργῳ δὲ αὐτὸν ὑφʼ ἑαυτοῦ κεῖσθαι διολωλότα.
157 Ἤδη δὲ καὶ τὸ θέατρον ἐξανίστατο τῶν φυλακῶν αἳ τὸ κατʼ ἀρχὰς πάνυ πικραὶ ἐγένοντο ὑπανίσως. αἰτία δʼ ἦν τοῦ προθύμως καὶ διαφευξομένου τῶν θεωρῶν Ἀλκύων ὁ ἰατρός, συναρπασθεὶς μὲν ὡς ἐπὶ θεραπείᾳ τινῶν τραυματιῶν, ἐκπέμψας δὲ τοὺς συνόντας λόγῳ μὲν ὡς καὶ μετελευσομένους ὁπόσα εἰς τὴν ἴασιν τοῖς τραυματίαις πρόσφορα, τὸ δʼ ἀληθὲς ὡς πείσοιντο κινδύνου τοῦ κατειληφότος.
158 ἐν τούτῳ δὲ βουλῆς τε γίνεται σύνοδος καὶ ὁ δῆμος ᾗπερ καὶ εἰώθασιν ἐκκλησιάζειν ἐπὶ τῆς ἀγορᾶς καταστὰς ἐν ζητήσει τῶν σφαγέων τῶν Γαΐου ἦσαν, ὁ μὲν δῆμος καὶ πάνυ ἐκθύμως, δοκεῖν δὲ καὶ ἡ βουλή.
159 καὶ ἦν γὰρ Ἀσιατικὸς Οὐαλέριος ὑπατικὸς ἀνήρ, οὗτος ἐπὶ τὸν δῆμον καταστάς, θορυβούντων καὶ δεινὸν τιθεμένων τὸ ἔτι λανθάνον τῶν τὸν αὐτοκράτορα ἀπεκτονότων, ἐπεὶ προθύμως πάντες αὐτὸν ἤροντο, τίς ὁ πράξας τυγχάνει, εἴθε γὰρ ἔγωγε φησί.
160 καὶ προύθεσαν δὲ καὶ οἱ ὕπατοι διάγραμμα Γαΐου μὲν κατηγορίας ποιούμενοι, κελεύοντες δὲ τῷ τε δήμῳ καὶ τοῖς στρατιώταις ἐπὶ τὰ αὐτῶν ἀπιέναι, τῷ μὲν δήμῳ πολλὴν ἀνέσεως ἐπαγγελλόμενοι ἐλπίδα, τῷ στρατιωτικῷ δὲ τιμῶν, εἰ ἐν κόσμῳ μείνειαν τῷ εἰωθότι μηδὲν ὑβρίζειν ἐξαγόμενοι· δέος γὰρ ἦν, μὴ ἐξαγριωσάντων ἀπολαύσειεν τοῦ κακοῦ ἡ πόλις καθʼ ἁρπαγὰς αὐτῶν καὶ συλήσεις τῶν ἱερῶν τρεπομένων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme