Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 19

191 Κλήμεντος δʼ ὄντι συγγενεῖ τῷ Λούππῳ τὴν ἐπὶ τοιοῖσδε προύθεσαν λειτουργίαν, ὅπως μετασχὼν κἂν ἐπὶ τοιούτοις τῆς τυραννοκτονίας ἀγάλλοιτο ἀρετῇ πρὸς τῶν πολιτικῶν, ὡς καὶ τοῦ παντὸς ἐπιβουλεύματος δόξειε κοινωνεῖν τὸ πρῶτον συνθεμένων.
192 ἐνίοις δὲ τῶν συνωμοτῶν καὶ ὠμὸν ἐδόκει τὸ ἐπὶ τῇ γυναικὶ θράσει χρησόμενον αὐτῷ διὰ τὸ Γάιον φύσει τῇ αὐτοῦ χρώμενον ἢ συμβουλῇ τῇ ἐκείνης τὰ πάντα πρᾶξαι, ἐξ ὧν ἥ τε πόλις ἀπηγορεύκει τοῖς κατειληφόσι κακοῖς καὶ τῶν πολιτῶν ὅ τι καὶ ἄνθος ἦν ἀπώλετο.
193 οἱ δὲ καὶ τῶν μὲν ἐπὶ τοιούτοις ἐνεκάλουν αὐτῇ γνώμην τὸ δὲ πᾶν καὶ τῶν ὑπὸ Γαΐου πεπραγμένων κακῶν ἐκείνῃ τὴν αἰτίαν ἐπέφερον φάρμακον τῷ Γαΐῳ δοῦσαν ἐννοιῶν δούλωσιν καὶ ἐρώτων ἐπαγωγὰς αὐτῇ ψηφιούμενον, εἰς μανίαν μεταστάντος τὰ πάντα αὐτὴν εἶναι τὴν νεναυπηγημένην ἐπὶ ταῖς Ῥωμαίων τύχαις καὶ τῆς ὑποτελούσης αὐτοῖς οἰκουμένης.
194 καὶ πέρας κυρωθὲν ὥστε αὐτὴν τελευτᾶν, οὐδὲν γὰρ οἱ ἀποσπεύδοντες οἷοί τε ὠφελεῖν ἦσαν, ἐστέλλετο ὁ Λοῦππος· ἐβραδύνετο δὲ οὐδὲν μελλήσει τῇ κατʼ αὐτόν, ὥστε μὴ οὐκ εἰς καιρὸν δεδιακονῆσθαι τοῖς ἀπεσταλκόσιν, θέλων ἐπʼ οὐδαμοῖς μεμπτὸς εἶναι τῶν ἐπʼ ὠφελείᾳ τοῦ δήμου πεποιημένων.
195 παρελθὼν δὲ ἐπὶ τοῦ βασιλείου λαμβάνει τὴν Καισωνίαν, γυνὴ δʼ ἦν τοῦ Γαΐου, παρακατακειμένην τῷ σώματι τοῦ ἀνδρὸς χαμαιπετεῖ καὶ πάντων ἐν ἀτυχίᾳ ὧν χαρίζοιτʼ ἂν ὁ νόμος τοῖς μεταστᾶσιν, αἵματί τε ἀναπεφυρμένην ἐκ τῶν τραυμάτων καὶ πολλῇ τῇ ταλαιπωρίᾳ συμφερομένην τῆς θυγατρὸς παρερριμμένης· ἠκούετό τε ἐν τοῖς τοιοῖσδε οὐδὲν ἕτερον ἢ κατάμεμψις τοῦ Γαΐου, ὡς πιθανὴν οὐ σχόντος πολλάκις προηγορευκυῖαν αὐτήν.
196 ἐπʼ ἀμφότερα δὲ οὗτος ὁ λόγος καὶ τότε εἰκάζετο καὶ νῦν ἐφʼ ὁμοίοις πρόκειται τῇ διανοίᾳ τῶν ἀκροατῶν πρὸς ὅ τι θελήσειαν ῥοπὰς τὰς αὐτοῦ προστιθέμενοι. οἱ μὲν γὰρ ἀποσημαίνειν ἔφασαν τὸν λόγον, ὡς συμβουλευομένης ἀποστάντα μανιῶν καὶ τοῦ εἰς τοὺς πολίτας ὠμοῦ μετρίως καὶ μετʼ ἀρετῆς ἐξηγεῖσθαι τῶν πραγμάτων, καὶ παρʼ αὐτὸν ἀπολέσθαι τρόπῳ τῷ αὐτοῦ χρώμενον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme