Book 19
205
ἔργον δὲ μέγα ἢ βασίλειον οὐδὲν αὐτῷ πεπραγμένον εἴποι ἄν τις ἢ ἐπʼ ὠφελείᾳ τῶν συνόντων καὶ αὖθις ἀνθρώπων ἐσομένων, πλήν γε τοῦ περὶ Ῥήγιον καὶ Σικελίαν ἐπινοηθέντος ἐν ὑποδοχῇ τῶν ἀπʼ Αἰγύπτου σιτηγῶν πλοίων·
206
τοῦτο δὲ ὁμολογουμένως μέγιστόν τε καὶ ὠφελιμώτατον τοῖς πλέουσιν· οὐ μὴν ἐπὶ τέλος γε ἀφίκετο, ἀλλʼ ἡμίεργον ὑπὸ τοῦ ἀμβλυτέρως αὐτῷ ἐπιπονεῖν κατελείφθη.
207
αἴτιον δʼ ἦν ἡ περὶ τὰ ἀχρεῖα σπουδὴ καὶ τὸ δαπανῶντα εἰς ἡδονάς, αἳ καταμόνας ἔμελλον ὠφελεῖν, αὐτῷ ὑφαιρεῖν τῆς ἐπὶ τοῖς κρείσσοσιν ἀνωμολογημένοις φιλοτιμίας.
208
ἄλλως δὲ ῥήτωρ τε ἄριστος καὶ γλώσσῃ τῇ Ἑλλάδι καὶ τῇ Ῥωμαίοις πατρίῳ σφόδρα ἠσκημένος συνίει τʼ ἐκ τοῦ παραχρῆμα καὶ τοῖς ὑφʼ ἑτέρων συντεθεῖσίν τε καὶ ἐκ πλείονος προσυγκειμένοις ἀντειπὼν ἐκ τοῦ ὀξέος φανῆναι πιθανώτερος ἐν μεγίστῳ πράγματι παρʼ ὁντινοῦν γενόμενος, εὐκολίᾳ τε εἰς αὐτὸ τῆς φύσεως καὶ τῷ εἰς ἰσχὺν αὐτῇ προσλαβεῖν μελέτην τοῦ ἐπιπονεῖν.
209
ἀδελφοῦ γὰρ παιδὸς υἱεῖ γεγονότι Τιβερίου, οὗ καὶ διάδοχος γίνεται, μέγα ἀνάγκασμα παιδείας ἀντέχεσθαι διὰ τὸ καὶ αὐτὸς εἰς τὰ πρῶτα ἐν αὐτῇ κατορθῶν διαπρέπειν, καὶ συνεφιλοκάλει Γάιος συγγενοῦς τε ἀνδρὸς καὶ ἡγεμόνος εἴκων ἐπιστολαῖς ἐπρώτευσέν τε τῶν κατʼ αὐτὸν πολιτῶν.
210
οὐ μὴν ἀντισχεῖν οἷά τε ἐγένετο αὐτῷ τὰ ἐκ τῆς παιδείας συλλεγέντα ἀγαθὰ πρὸς τὸν ἐπελθόντα ὄλεθρον αὐτῷ ὑπὸ τῆς ἐξουσίας· οὕτως ἄρα δυσπόριστον ἡ ἀρετὴ τοῦ σωφρονεῖν, οἷς ἀνυπεύθυνον τὸ πράσσειν ῥᾳστώνῃ πάρεστιν.
211
φίλοις μὲν κεχρῆσθαι καὶ πάντα ἀξιολόγοις ὑποσπουδασθεὶς τὸ κατʼ ἀρχὰς ὑπό τε παιδείας καὶ δόξης ζήλου τῶν κρειττόνων, μέχρι δὴ τῷ περιόντι τοῦ ὑβρίζειν ἀπαμφίασις εὐνοίᾳ τῇ πρὸς αὐτὸν ἐχρήσαντο μίσους ὑποφυέντος ὑπʼ αὐτῶν ἐπιβουλευθεὶς τελευτᾷ.
212
Κλαύδιος δέ, καθάπερ ἀνώτερον ἔφην, ἀπορρήξεως αὐτῷ τῶν Γαΐου ὁδῶν γενομένης καὶ τοῦ οἴκου θορυβηθέντος πάθει τῆς Καίσαρος τελευτῆς, ἐν ἀμηχάνοις ὢν περὶ τῆς σωτηρίας ἔν τινι στενωπῷ κατειλημμένος ἔκρυπτεν ἑαυτὸν οὐδεμίαν κινδύνων αἰτίαν πλὴν τῆς γενναιότητος ὑφορώμενος·