Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 19

269 ἀπήγετο οὖν τὴν ἐπὶ θανάτῳ καὶ σὺν αὐτῷ Λοῦππός τε καὶ Ῥωμαίων πλείους. λέγεται δὲ Χαιρέας μεγαλοφρόνως ἐνεγκεῖν τὴν συμφορὰν οὐ μόνον τῷ κατʼ αὐτὸν ἀμεταπτώτῳ τοῦ σχήματος, ἀλλὰ καὶ οἷς ὀνειδίσειεν Λοῦππον εἰς δάκρυα ἐκτετραμμένον.
270 ἀποτιθεμένου γέ τοι τὴν στολὴν τοῦ Λούππου καὶ τὸ ῥῖγος αἰτιωμένου φησίν, ὡς οὐκ ἂν ἐναντία τοῦ Λούππου ποιήσαιτο πώποτε ῥῖγος. πλήθους τε ἀνθρώπων ἑπομένου κατὰ θέαν, ὡς ἧκεν ἐπὶ τὸ χωρίον, ἤρετο τὸν στρατιώτην, εἰ διὰ μελέτης αὐτῷ γεγόνοιεν αἱ σφαγαὶ ἢ εἰ πρῶτον ἔχοι τὸ ξίφος ἐκέλευε κομίζειν ᾧ Γάιον μεταχειρίσαιτο αὐτός·
271 θνήσκει δὲ εὐδαιμόνως μιᾶς πληγῆς αὐτῷ γενομένης. Λοῦππος δὲ οὐ πάνυ δεξιῶς ὑπεξῆλθεν ἀθυμίᾳ καὶ πληγῶν πλειόνων γενομένων διὰ τὸ μαλακῶς τὸν τράχηλον παρασχεῖν.
272 Ὀλίγαις δὲ ὕστερον ἡμέραις ἐναγισμῶν ἐνεστηκότων Ῥωμαίων τὸ πλῆθος τοῖς αὐτῶν ἐπιφέροντες καὶ Χαιρέαν μοίραις ἐτίμησαν εἰς τὸ πῦρ τιθεμέναις, ἵλεων καὶ ἄμηνιν εἶναι τῆς εἰς αὐτὸν ἀχαριστίας παρακαλοῦντες. καὶ Χαιρέᾳ μὲν τοιαύτη τελευτὴ τοῦ βίου συνέτυχεν.
273 Σαβῖνος δὲ Κλαυδίου μὴ μόνον τῆς αἰτίας παραλύοντος αὐτὸν ἀλλὰ καὶ τὴν ἀρχὴν ἣν εἶχεν ἐφιέντος, ἄδικον ἡγεῖτο τὴν ἐκλειπίαν τῆς πρὸς τοὺς συνωμότας πίστεως, σφάζει ἑαυτὸν περιπεσὼν τῷ ξίφει μέχρι δὴ καὶ τὴν κώπην τῷ τραύματι συνελθεῖν.
274 Κλαύδιος δὲ τοῦ στρατιωτικοῦ πᾶν ὅ τι ἦν ὕποπτον ἐκ τοῦ ὀξέος ἀποσκευασάμενος διάγραμμα προυτίθει τήν τε ἀρχὴν Ἀγρίππα βεβαιῶν, ἣν ὁ Γάιος παρέσχε, καὶ διʼ ἐγκωμίων ἄγων τὸν βασιλέα. προσθήκην τε αὐτῷ ποιεῖται πᾶσαν τὴν ὑπὸ Ἡρώδου βασιλευθεῖσαν, ὃς ἦν πάππος αὐτοῦ, Ἰουδαίαν καὶ Σαμάρειαν.
275 καὶ ταῦτα μὲν ὡς ὀφειλόμενα τῇ οἰκειότητι τοῦ γένους ἀπεδίδου· Ἄβιλαν δὲ τὴν Λυσανίου καὶ ὁπόσα ἐν τῷ Λιβάνῳ ὄρει ἐκ τῶν αὐτοῦ προσετίθει, ὅρκιά τε αὐτῷ τέμνεται πρὸς τὸν Ἀγρίππαν ἐπὶ τῆς ἀγορᾶς μέσης ἐν τῇ Ῥωμαίων πόλει.
276 Ἀντίοχον δὲ ἣν εἶχεν βασιλείαν ἀφελόμενος Κιλικίας μέρει τινὶ καὶ Κομμαγηνῇ δωρεῖται. λύει δὲ καὶ Ἀλέξανδρον τὸν ἀλαβάρχην φίλον ἀρχαῖον αὐτῷ γεγονότα καὶ Ἀντωνίαν αὐτοῦ ἐπιτροπεύσαντα τὴν μητέρα ὀργῇ τῇ Γαΐου δεδεμένον, καὶ αὐτοῦ υἱὸς Βερενίκην τὴν Ἀγρίππου γαμεῖ θυγατέρα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme