Book 2
65
τὸ μὲν οὖν ἑωραμένον ἐδήλου τοιοῦτον ὄν, ἠξίου δʼ εἴ τι μεμοίραται συνέσεως φράζειν αὐτῷ τὴν πρόρρησιν τῆς ὄψεως. ὁ δὲ θαρρεῖν τε παρεκάλει καὶ προσδοκᾶν ἐν τρισὶν ἡμέραις ἀπολυθήσεσθαι τῶν δεσμῶν τοῦ βασιλέως ποθήσαντος αὐτοῦ τὴν διακονίαν καὶ πάλιν εἰς ταύτην αὐτὸν ἐπανάξοντος·
66
καρπὸν γὰρ ἐσήμαινεν ἀμπέλινον ἐπʼ ἀγαθῷ τὸν θεὸν ἀνθρώποις παρασχεῖν, ὃς αὐτῷ τε ἐκείνῳ σπένδεται καὶ πίστιν ἀνθρώποις καὶ φιλίαν ὁμηρεύει, διαλύων μὲν ἔχθρας τὰ πάθη δὲ καὶ τὰς λύπας ἐξαιρῶν τοῖς προσφερομένοις αὐτὸν καὶ πρὸς ἡδονὴν ὑποφέρων.
67
τοῦτον οὖν φῂς ἐκ τριῶν ἀποθλιβέντα βοτρύων χερσὶ ταῖς σαῖς προσέσθαι τὸν βασιλέα· καλὴν τοίνυν ἴσθι σοι τὴν ὄψιν γεγενημένην καὶ προμηνύουσαν ἄφεσιν τῆς παρούσης ἀνάγκης ἐν τοσαύταις ἡμέραις, ἐξ ὅσων κλημάτων τὸν καρπὸν ἐτρύγησας κατὰ τοὺς ὕπνους.
68
μέμνησο μέντοι τούτων πειραθεὶς τοῦ προκαταγγείλαντός σοι τὰ ἀγαθά, καὶ γενόμενος ἐν ἐξουσίᾳ μὴ περιίδῃς ἡμᾶς ἐν οἷς καταλείψεις πρὸς ἃ δεδηλώκαμεν ἀπερχόμενος· οὐδὲν γὰρ ἐξαμαρτόντες ἐν δεσμοῖς γεγόναμεν,
69
ἀλλʼ ἀρετῆς ἕνεκα καὶ σωφροσύνης τὰ τῶν κακούργων ὑπομένειν κατεκρίθημεν οὐδέ γε μετʼ οἰκείας ἡδονῆς τὸν ταῦθʼ ἡμᾶς ἐργασάμενον ὑβρίσαι θελήσαντες. τῷ μὲν οὖν οἰνοχόῳ χαίρειν κατὰ τὸ εἰκὸς ἀκούσαντι τοιαύτης τῆς τοῦ ὀνείρατος ἐξηγήσεως ὑπῆρχε καὶ περιμένειν τῶν δεδηλωμένων τὴν τελευτήν.
70
Δοῦλος δέ τις ἐπὶ τῶν σιτοποιῶν τεταγμένος τοῦ βασιλέως συνδεδεμένος τῷ οἰνοχόῳ τοιαύτην ποιησαμένου τοῦ Ἰωσήπου περὶ τῆς ὄψεως ἐκείνῳ τὴν ἀπόφασιν εὔελπις ὤν, καὶ γὰρ καὐτὸς ὄναρ ἦν τεθεαμένος, ἠξίωσε τὸν Ἰώσηπον φράσαι, τί κἀκείνῳ δηλοῦν βούλεται τὰ διὰ τῆς παρελθούσης νυκτὸς ὀφθέντα.
71
ἦν δὲ τοιαῦτα· τρία, φησί, κανᾶ φέρειν ὑπὲρ τῆς κεφαλῆς ἔδοξα, δύο μὲν ἄρτων πλέα, τὸ δὲ τρίτον ὄψου τε καὶ ποικίλων βρωμάτων οἷα βασιλεῦσι σκευάζεται· καταπταμένους δʼ οἰωνοὺς ἅπαντα δαπανῆσαι μηδένα λόγον αὐτοῦ ποιουμένους ἀποσοβοῦντος.