Book 2
112
ἠξίουν τε τὸν πατέρα μηδὲν φοβηθέντα πέμπειν σὺν αὐτοῖς τὸν νεανίσκον. Ἰακώβῳ δʼ οὐδὲν ἤρεσκε τῶν τοῖς υἱοῖς πεπραγμένων, καὶ πρὸς τὴν Σεμεῶνος δὲ κατοχὴν λυπηρῶς φέρων ἀνόητον ἡγεῖτο προστιθέναι καὶ τὸν Βενιαμίν.
113
καὶ ὁ μὲν οὐδὲ Ῥουβήλου δεομένου καὶ τοὺς αὑτοῦ παῖδας ἀντιδιδόντος, ἵνα εἴ τι πάθοι Βενιαμὶς κατὰ τὴν ἀποδημίαν ἀποκτείνειεν αὐτοὺς ὁ πάππος, πείθεται τοῖς λόγοις. οἱ δʼ ἠπόρουν ἐπὶ τοῖς κακοῖς καὶ μᾶλλον αὐτοὺς ἐτάραττε τἀργύριον ἐν τοῖς σακκίοις τοῦ σίτου κατακεκρυμμένον εὑρεθέν.
114
τοῦ δὲ σίτου τοῦ κομισθέντος ὑπʼ αὐτῶν ἐπιλιπόντος καὶ τοῦ λιμοῦ μᾶλλον ἁπτομένου βιαζομένης αὐτὸν τῆς ἀνάγκης ὁ Ἰάκωβος ἐκπέμπειν ἐγίνωσκε τὸν Βενιαμὶν μετὰ τῶν ἀδελφῶν·
115
οὐ γὰρ ἦν αὐτοῖς εἰς Αἴγυπτον ἀπελθεῖν μὴ μετὰ τῶν ἐπαγγελιῶν ἀπερχομένοις, καὶ τοῦ πάθους οὖν χείρονος καθʼ ἑκάστην ἡμέραν γινομένου καὶ τῶν υἱῶν δεομένων οὐκ εἶχεν, ὅ τι χρήσαιτο τοῖς παροῦσιν.
116
Ἰούδα δὲ τολμηροῦ τἆλλα τὴν φύσιν ἀνδρὸς χρησαμένου πρὸς αὐτὸν παρρησίᾳ, ὡς οὐ προσῆκε μὲν αὐτὸν περὶ τἀδελφοῦ δεδιέναι οὐδὲ τὰ μὴ δεινὰ διʼ ὑποψίας λαμβάνειν, πραχθήσεται γὰρ οὐδὲν αὐτῶν περὶ τὸν ἀδελφόν, ᾧ μὴ παρέσται θεός, τοῦτο δὲ συμβήσεσθαι πάντως καὶ παρʼ αὐτῷ μένοντι·
117
φανερὰν δʼ οὕτως αὐτῶν ἀπώλειαν μὴ καταδικάζειν μηδὲ τὴν ἐκ Φαραώθου τῆς τροφῆς αὐτῶν εὐπορίαν αὐτοὺς ἀφαιρεῖσθαι ἀλόγως περὶ τοῦ παιδὸς δεδιότα, φροντίζειν δὲ καὶ τῆς Σεμεῶνος σωτηρίας, μὴ φειδοῖ τῆς Βενιαμὶν ἀποδημίας ἐκεῖνος ἀπόληται· πιστεῦσαι δὲ περὶ αὐτοῦ τῷ θεῷ παραινοῦντος καὶ αὐτῷ, ὡς ἢ σῶον ἐπανάξοντος αὐτῷ τὸν υἱὸν ἢ συγκαταστρέψοντος ἅμα ἐκείνῳ τὸν βίον,
118
πεισθεὶς Ἰάκωβος παρεδίδου τὸν Βενιαμὶν καὶ τὴν τιμὴν τοῦ σίτου διπλασίονα τῶν τε παρὰ τοῖς Χαναναίοις γεννωμένων τό τε τῆς βαλάνου μύρον καὶ στακτὴν τερέβινθόν τε καὶ μέλι δωρεὰς Ἰωσήπῳ κομίζειν. πολλὰ δὲ ἦν παρὰ τοῦ πατρὸς ἐπὶ τῇ τῶν παίδων ἐξόδῳ δάκρυα κἀκείνων αὐτῶν.