Book 2
119
ὁ μὲν γὰρ τοὺς υἱοὺς εἰ κομιεῖται σώους ἐκ τῆς ἀποδημίας ἐφρόντιζεν, οἱ δʼ εἰ τὸν πατέρα καταλάβοιεν ἐρρωμένον καὶ μηδὲν ὑπὸ τῆς ἐπʼ αὐτοῖς λύπης κακωθέντα. ἡμερήσιον δὲ αὐτοῖς ἠνύσθη τὸ πένθος, καὶ ὁ μὲν πρεσβύτης κοπωθεὶς ὑπέμενεν, οἱ δὲ ἐχώρουν εἰς Αἴγυπτον μετὰ κρείττονος ἐλπίδος τὴν ἐπὶ τοῖς παροῦσι λύπην ἰώμενοι.
120
Ὡς δʼ ἦλθον εἰς τὴν Αἴγυπτον κατάγονται μὲν παρὰ τὸν Ἰώσηπον, φόβος δὲ αὐτοὺς οὐχ ὁ τυχὼν διετάραττε, μὴ περὶ τῆς τοῦ σίτου τιμῆς ἐγκλήματα λάβωσιν ὡς αὐτοί τι κεκακουργηκότες, καὶ πρὸς τὸν ταμίαν τοῦ Ἰωσήπου πολλὴν ἀπολογίαν ἐποιοῦντο κατʼ οἶκόν τε φάσκοντες εὑρεῖν ἐν τοῖς σάκκοις τὸ ἀργύριον καὶ νῦν ἥκειν ἐπανάγοντες αὐτό.
121
τοῦ δὲ μηδʼ ὅ τι λέγουσιν εἰδέναι φήσαντος ἀνείθησαν τοῦ δέους. λύσας τε τὸν Συμεῶνα ἐτημέλει συνεσόμενον τοῖς ἀδελφοῖς. ἐλθόντος δὲ ἐν τούτῳ καὶ Ἰωσήπου ἀπὸ τῆς θεραπείας τοῦ βασιλέως τά τε δῶρα παρῆγον αὐτῷ καὶ πυθομένου περὶ τοῦ πατρὸς ἔλεγον, ὅτι καταλάβοιεν αὐτὸν ἐρρωμένον.
122
ὁ δὲ μαθὼν περιόντα καὶ περὶ τοῦ Βενιαμὶν εἰ οὗτος ὁ νεώτερος ἀδελφὸς αὐτῶν εἴη, καὶ γὰρ ἦν αὐτὸν ἑωρακώς, ἀνέκρινε. τῶν δὲ φησάντων αὐτὸν εἶναι οἰκέτην αὐτοῦ θεὸν μὲν ἐπὶ πᾶσι προστάτην εἶπεν,
123
ὑπὸ δὲ τοῦ πάθους προαγόμενος εἰς δάκρυα μεθίστατο μὴ βουλόμενος καταφανὴς εἶναι τοῖς ἀδελφοῖς, ἐπὶ δεῖπνόν τε αὐτοὺς παραλαμβάνει καὶ κατακλίνονται οὕτως ὡς καὶ παρὰ τῷ πατρί. πάντας δὲ αὐτοὺς ὁ Ἰώσηπος δεξιούμενος διπλασίοσι μοίραις τῶν αὐτῷ παρακειμένων τὸν Βενιαμὶν ἐτίμα.
124
Ἐπεὶ δὲ μετὰ τὸ δεῖπνον εἰς ὕπνον ἐτράποντο, κελεύει τῷ ταμίᾳ τόν τε σῖτον αὐτοῖς δοῦναι μεμετρημένον καὶ τὴν τιμὴν πάλιν ἐγκρύψαι τοῖς σακκίοις, εἰς δὲ τὸ τοῦ Βενιαμὶν φορτίον καὶ σκύφος ἀργυροῦν, ᾧ πίνων ἔχαιρε, βαλόντα καταλιπεῖν.
125
ἐποίει δὲ ταῦτα διάπειραν βουλόμενος τῶν ἀδελφῶν λαβεῖν, πότερόν ποτε βοηθήσουσι τῷ Βενιαμὶν κλοπῆς ἀγομένῳ καὶ δοκοῦντι κινδυνεύειν, ἢ καταλιπόντες ὡς οὐδὲν αὐτοὶ κεκακουργηκότες ἀπίασι πρὸς τὸν πατέρα.