Book 2
140
καί δεινὰ μέν, εἶπεν, ὦ στρατηγέ, τετολμήκαμεν εἰς σὲ καὶ τιμωρίας ἄξια καὶ τοῦ κόλασιν ὑποσχεῖν ἅπαντας ἡμᾶς δικαίως, εἰ καὶ τὸ ἀδίκημα μὴ ἄλλου τινός, ἀλλʼ ἑνὸς τοῦ νεωτάτου γέγονεν. ὅμως δὲ ἀπεγνωκόσιν ἡμῖν τὴν διʼ αὐτοῦ σωτηρίαν ἐλπὶς ὑπολέλειπται παρὰ τῆς σῆς χρηστότητος ἐγγυωμένη τὴν τοῦ κινδύνου διαφυγήν.
141
καὶ νῦν μὴ πρὸς τὸ ἡμέτερον ἀφορῶν μηδὲ τὸ κακούργημα σκοπῶν, ἀλλὰ πρὸς τὴν σαυτοῦ φύσιν καὶ τὴν ἀρετὴν σύμβουλον ποιησάμενος ἀντὶ τῆς ὀργῆς, ἣν οἱ τἆλλα μικροὶ πρὸς ἰσχύος λαμβάνουσιν οὐκ ἐν τοῖς μεγάλοις μόνον ἀλλὰ καὶ ἐπὶ τοῖς τυχοῦσιν αὐτῇ χρώμενοι, γενοῦ πρὸς αὐτὴν μεγαλόφρων καὶ μὴ νικηθῇς ὑπʼ αὐτῆς, ὥστε ἀποκτεῖναι τοὺς οὐδʼ αὐτοὺς ὡς ἰδίας ἔτι τῆς σωτηρίας ἀντιποιουμένους, ἀλλὰ παρὰ σοῦ λαβεῖν αὐτὴν ἀξιοῦντας.
142
καὶ γὰρ οὐδὲ νῦν πρῶτον ἡμῖν αὐτὴν παρέξεις, ἀλλὰ τάχιον ἐλθοῦσιν ἐπὶ τὴν ἀγορὰν τοῦ σίτου καὶ τὴν εὐπορίαν τῆς τροφῆς ἐχαρίσω δοὺς ἀποκομίζειν καὶ τοῖς οἰκείοις ὅσα κινδυνεύοντας αὐτοὺς ὑπὸ τοῦ λιμοῦ διαφθαρῆναι περιέσωσε.
143
διαφέρει δʼ οὐδὲν ἢ μὴ περιιδεῖν ἀπολλυμένους ὑπʼ ἐνδείας τῶν ἀναγκαίων, ἢ μὴ κολάσαι δόξαντας ἁμαρτεῖν καὶ περὶ τὴν εὐεργεσίαν τὴν ἀπὸ σοῦ λαμπρὰν γενομένην φθονηθέντας, ἡ δʼ αὐτὴ χάρις ἄλλῳ μέντοι τρόπῳ διδομένη·
144
σώσεις γὰρ οὓς εἰς τοῦτο καὶ ἔτρεφες καὶ ψυχάς, ἃς ὑπὸ λιμοῦ καμεῖν οὐκ εἴασας, τηρήσεις ταῖς σαυτοῦ δωρεαῖς, ὡς θαυμαστὸν ἅμα καὶ μέγα δοῦναί τε ψυχὰς ἡμῖν καὶ παρασχεῖν διʼ ὧν αὗται μενοῦσιν ἀπορουμένοις.
145
οἶμαί τε τὸν θεὸν αἰτίαν παρασκευάσαι βουλόμενον εἰς ἐπίδειξιν τοῦ κατὰ τὴν ἀρετὴν περιόντος ἡμᾶς εἰς τοῦτο περιστῆσαι συμφορᾶς, ἵνα καὶ τῶν εἰς αὑτὸν ἀδικημάτων συγγινώσκων φανῇς τοῖς ἐπταικόσιν, ἀλλὰ μὴ πρὸς μόνους τοὺς κατʼ ἄλλην πρόφασιν δεομένους ἐπικουρίας φιλάνθρωπος δοκοίης.