Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 2

159 Ἰούδας μὲν οὖν πάντα ὑπομένειν ὑπὲρ τῆς τἀδελφοῦ σωτηρίας ἡδέως ἔχων ῥίπτει πρὸ τῶν Ἰωσήπου ποδῶν ἑαυτόν, εἴ πως ἐκμαλάξειε τὴν ὀργὴν αὐτοῦ καὶ καταπραΰνειεν ἀγωνιζόμενος, προύπεσον δὲ καὶ οἱ ἀδελφοὶ πάντες δακρύοντες καὶ παραδιδόντες ἑαυτοὺς ὑπὲρ τῆς Βενιαμὶν ψυχῆς ἀπολουμένους.
160 Ὁ δὲ Ἰώσηπος ἐλεγχόμενος ὑπὸ τοῦ πάθους καὶ μηκέτι δυνάμενος τὴν τῆς ὀργῆς φέρειν ὑπόκρισιν κελεύει μὲν ἀπελθεῖν τοὺς παρόντας, ἵνα μόνοις αὑτὸν τοῖς ἀδελφοῖς ποιήσῃ φανερόν, ἀναχωρησάντων δὲ ποιεῖ γνώριμον αὑτὸν τοῖς ἀδελφοῖς καί φησι·
161 τῆς μὲν ἀρετῆς ὑμᾶς καὶ τῆς εὐνοίας τῆς περὶ τὸν ἀδελφὸν ἡμῶν ἐπαινῶ καὶ κρείττονας ἢ προσεδόκων ἐκ τῶν περὶ ἐμὲ βεβουλευμένων εὑρίσκω ταῦτα πάντα ποιήσας ἐπὶ πείρᾳ τῆς ὑμετέρας φιλαδελφίας· φύσει δὲ οὐδὲ περὶ ἐμὲ νομίζω πονηροὺς γεγονέναι, θεοῦ δὲ βουλήσει τήν τε νῦν πραγματευομένου τῶν ἀγαθῶν ἀπόλαυσιν καὶ τὴν ἐς ὕστερον, ἂν εὐμενὴς ἡμῖν παραμείνῃ.
162 πατρός τε οὖν σωτηρίαν ἐγνωκὼς οὐδʼ ἐλπισθεῖσαν καὶ τοιούτους ὑμᾶς ὁρῶν περὶ τὸν ἀδελφὸν οὐδʼ ὧν εἰς ἐμὲ δοκεῖτε ἁμαρτεῖν ἔτι μνημονεύω, παύσομαι δὲ τῆς ἐπʼ αὐτοῖς μισοπονηρίας καὶ ὡς συναιτίοις τῶν τῷ θεῷ βεβουλευμένων εἰς τὰ παρόντα χάριν ἔχειν ὁμολογῶ.
163 ὑμᾶς τε βούλομαι καὶ αὐτοὺς λήθην ἐκείνων λαβόντας ἥδεσθαι μᾶλλον τῆς τότε ἀβουλίας εἰς τοιοῦτον ἐπελθούσης τέλος ἢ δυσφορεῖν αἰσχυνομένους ἐπὶ τοῖς ἡμαρτημένοις. μὴ οὖν δόξῃ λυπεῖν ὑμᾶς τὸ κατʼ ἐμοῦ ψῆφον ἐνεγκεῖν πονηρὰν καὶ ἡ ἐπʼ αὐτῇ μετάνοια τῷ γε μὴ προχωρῆσαι τὰ βεβουλευμένα.
164 χαίροντες οὖν ἐπὶ τοῖς ἐκ θεοῦ γεγενημένοις ἄπιτε ταῦτα δηλώσοντες τῷ πατρί, μὴ καὶ ταῖς ὑπὲρ ὑμῶν φροντίσιν ἀναλωθεὶς ζημιώσῃ μου τὸ κάλλιστον τῆς εὐδαιμονίας πρὶν εἰς ὄψιν ἐλθεῖν τὴν ἐμὴν καὶ μεταλαβεῖν τῶν παρόντων ἀποθανών.
165 αὐτὸν δὲ τοῦτον καὶ γυναῖκας ὑμετέρας καὶ τὰ τέκνα καὶ πᾶσαν τὴν συγγένειαν ὑμῶν ἀναλαβόντες ἐνθάδε μετοικίζεσθε· οὐδὲ γὰρ ἀποδήμους εἶναι δεῖ τῶν ἀγαθῶν τῶν ἡμετέρων τοὺς ἐμοὶ φιλτάτους ἄλλως τε καὶ τοῦ λιμοῦ λοιπὴν ἔτι πενταετίαν περιμενοῦντος. ταῦτʼ εἰπὼν Ἰώσηπος περιβάλλει τοὺς ἀδελφούς·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme