Book 2
183
Ἀσήρωνός τε ἦν θυγάτηρ καὶ ἄρσενες ἀριθμὸν ἕξ, οἷς ὀνόματα Ἰώμνης Ἰσούσιος Ἠϊούβης Βάρης Ἀβαρός τε καὶ Μελχιῆλος. τούτων ἑκκαίδεκα ὄντων καὶ προστιθεμένων τοῖς πεντήκοντα τέσσαρσιν ὁ προειρημένος ἀριθμὸς πληροῦται μὴ συγκαταλεγέντος αὐτοῖς Ἰακώβου.
184
Μαθὼν δὲ Ἰώσηπος παραγινόμενον τὸν πατέρα, καὶ γὰρ προλαβὼν Ἰούδας ὁ ἀδελφὸς ἐδήλωσεν αὐτῷ τὴν ἄφιξιν, ἀπαντησόμενος ἔξεισι καὶ καθʼ Ἡρώων πόλιν αὐτῷ συνέβαλεν. ὁ δʼ ὑπὸ τῆς χαρᾶς ἀπροσδοκήτου τε καὶ μεγάλης γενομένης μικροῦ δεῖν ἐξέλιπεν, ἀλλὰ ἀνεζωπύρησεν αὐτὸν Ἰώσηπος οὐδʼ αὐτὸς μὲν κρατῆσαι δυνηθεὶς ὡς μὴ ταὐτὸ παθεῖν ὑφʼ ἡδονῆς, οὐ μέντοι τὸν αὐτὸν τρόπον τῷ πατρὶ γενόμενος ἥττων τοῦ πάθους.
185
ἔπειτα τὸν μὲν ἠρέμα κελεύσας ὁδεύειν αὐτὸς δὲ παραλαβὼν πέντε τῶν ἀδελφῶν ἠπείγετο πρὸς τὸν βασιλέα φράσων αὐτῷ παραγενόμενον μετὰ τοῦ γένους τὸν Ἰάκωβον. ὁ δὲ τοῦτο χαίρων ἤκουσε καὶ τὸν Ἰώσηπον ἐκέλευσεν αὐτῷ λέγειν τίνι βίῳ τερπόμενοι διατελοῦσιν ὡς αὐτοῖς τοῦτον ἐπιτρέψειε διάγειν.
186
ὁ δὲ ποιμένας ἀγαθοὺς αὐτοὺς ἔλεγε καὶ μηδενὶ τῶν ἄλλων ἢ τούτῳ μόνῳ προσανέχειν, τοῦ τε μὴ διαζευγνυμένους ἀλλʼ ἐν ταὐτῷ τυγχάνοντας ἐπιμελεῖσθαι τοῦ πατρὸς προνοούμενος τοῦ τε τοῖς Αἰγυπτίοις εἶναι προσφιλεῖς μηδὲν πράττοντας τῶν αὐτῶν ἐκείνοις· Αἰγυπτίοις γὰρ ἀπειρημένον ἦν περὶ νομὰς ἀναστρέφεσθαι.
187
Τοῦ δʼ Ἰακώβου παραγενομένου πρὸς τὸν βασιλέα καὶ ἀσπαζομένου τε καὶ κατευχομένου περὶ τῆς βασιλείας αὐτῷ ὁ Φαραώθης ἐπυνθάνετο, πόσον ἤδη βεβιωκὼς εἴη χρόνον.
188
τοῦ δʼ ἑκατὸν ἔτη καὶ τριάκοντα γεγονέναι φήσαντος ἐθαύμασε τοῦ μήκους τῆς ζωῆς τὸν Ἰάκωβον. εἰπόντος δʼ ὡς ἥττονα τῶν προγόνων εἴη βεβιωκὼς ἔτη συνεχώρησεν αὐτῷ ζῆν μετὰ τῶν τέκνων ἐν Ἡλιουπόλει· ἐν ἐκείνῃ γὰρ καὶ οἱ ποιμένες αὐτοῦ τὰς νομὰς εἶχον.
189
Ὁ δὲ λιμὸς τοῖς Αἰγυπτίοις ἐπετείνετο καὶ τὸ δεινὸν ἀπορώτερον ἔτι καὶ μᾶλλον αὐτοῖς ἐγίνετο μήτε τοῦ ποταμοῦ ἐπάρδοντος, οὐ γὰρ ηὔξανε, μήτε ὕοντος τοῦ θεοῦ πρόνοιάν τε μηδεμίαν αὐτῶν ὑπʼ ἀγνοίας πεποιημένων. καὶ τοῦ Ἰωσήπου τὸν σῖτον ἐπὶ χρήμασιν αὐτοῖς διδόντος, ὡς δὲ ταῦτʼ αὐτοῖς ἐπέλιπε, τῶν βοσκημάτων ἐωνοῦντο τὸν σῖτον καὶ τῶν ἀνδραπόδων·