Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 2

222 ἔνθα καὶ ἔδειξεν ὁ θεὸς μηδὲν μὲν τὴν ἀνθρωπίνην σύνεσιν, πᾶν δʼ ὅ τι καὶ βουληθείη πράττειν αὐτὸ τέλους ἀγαθοῦ τυγχάνον, καὶ διαμαρτάνοντας μὲν τοὺς ὑπὲρ οἰκείας ἀσφαλείας ἄλλων κατακρίνοντας ὄλεθρον καὶ πολλῇ περὶ τούτου χρησαμένους σπουδῇ,
223 σωζομένους δʼ ἐκ παραδόξου καὶ σχεδὸν ἐκ μέσου τῶν κακῶν εὑρισκομένους τὴν εὐπραγίαν τοὺς κινδυνεύοντας τῇ τοῦ θεοῦ γνώμῃ. τοιοῦτον δέ τι καὶ περὶ τὸν παῖδα τοῦτον γενόμενον ἐμφανίζει τὴν ἰσχὺν τοῦ θεοῦ.
224 Θέρμουθις ἦν θυγάτηρ τοῦ βασιλέως. αὕτη παίζουσα παρὰ τὰς ᾐόνας τοῦ ποταμοῦ καὶ φερόμενον ὑπὸ τοῦ ῥεύματος θεασαμένη τὸ πλέγμα κολυμβητὰς ἐπιπέμπει κελεύσασα τὴν κοιτίδα πρὸς αὐτὴν ἐκκομίσαι. παραγενομένων δὲ τῶν ἐπὶ τούτῳ σταλέντων μετὰ τῆς κοιτίδος ἰδοῦσα τὸ παιδίον ὑπερηγάπησε μεγέθους τε ἕνεκα καὶ κάλλους·
225 τοσαύτῃ γὰρ ὁ θεὸς περὶ Μωυσῆν ἐχρήσατο σπουδῇ, ὡς ὑπʼ αὐτῶν τῶν ψηφισαμένων διὰ τὴν αὐτοῦ γένεσιν καὶ τῶν ἄλλων τῶν ἐκ τοῦ Ἑβραίων γένους ἀπώλειαν ποιῆσαι τροφῆς καὶ ἐπιμελείας ἀξιωθῆναι. κελεύει τε γύναιον ἡ Θέρμουθις ἀχθῆναι παρέξον θηλὴν τῷ παιδίῳ.
226 μὴ προσεμένου δὲ αὐτοῦ τὴν θηλὴν ἀλλʼ ἀποστραφέντος καὶ τοῦτʼ ἐπὶ πολλῶν ποιήσαντος γυναικῶν ἡ Μαριάμη παρατυγχάνουσα τοῖς γινομένοις οὐχ ὥστε ἐκ παρασκευῆς δοκεῖν ἀλλὰ κατὰ θεωρίαν, μάτην, εἶπεν, ὦ βασίλισσα, ταύτας ἐπὶ τροφῇ τοῦ παιδὸς μετακαλῇ τὰς γυναῖκας, αἳ μηδὲν πρὸς αὐτὸ συγγενὲς ἔχουσιν. εἰ μέντοι τινὰ τῶν Ἑβραΐδων γυναικῶν ἀχθῆναι ποιήσειας, τάχα ἂν προσοῖτο θηλὴν ὁμοφύλου.
227 δόξασαν δὲ λέγειν εὖ κελεύει τοῦτʼ αὐτὴν ἐκπορίσαι καὶ τῶν γαλουχουσῶν τινα μεταθεῖν. ἡ δὲ τοιαύτης ἐξουσίας λαβομένη παρῆν ἄγουσα τὴν μητέρα μηδενὶ γινωσκομένην. καὶ τὸ παιδίον ἀσμενίσαν πως προσφύεται τῇ θηλῇ, καὶ δεηθείσης γε τῆς βασιλίδος πιστεύεται τὴν τροφὴν τοῦ παιδίου πρὸς τὸ πᾶν.
228 Κἀπʼ αὐτῶν τὴν ἐπίκλησιν ταύτην τῶν συμβεβηκότων ἔθετο εἰς τὸν ποταμὸν ἐμπεσόντι· τὸ γὰρ ὕδωρ μῶυ Αἰγύπτιοι καλοῦσιν, ἐσῆς δὲ τοὺς ἐξ ὕδατος σωθέντας. συνθέντες οὖν ἐξ ἀμφοτέρων τὴν προσηγορίαν αὐτῷ ταύτην τίθενται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme